Monday 26 January 2015

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

(24 ΑΥΓΟΥΣΤΟΥ)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποιοις εὐφημιῶν στέμμασιν. Σαπφειρίου.
Δεῦτε, οἱ εὐσεβεῖς σήμερον, συστησώμεθα κοινὴν χορείαν, ἐν ἀγαλλιάσει γεραίροντες, τοῦ Εὐαγγελίου τὴν σάλπιγγα, σκεῦος ἐκλογῆς Κοσμᾶν τὸν θεῖον, τὸν μέγαν καθηγεμόνα καὶ διδάσκαλον, τὸν πράξει καὶ θεωρίᾳ διαλάμψαντα, χριστολατρῶν ποδηγέτην, τὸν διπλῷ στεφάνῳ βραβευθέντα ἐν οὐρανοῖς, αὐτῷ ἀνακράξωμεν, εὐχαῖς σου Κοσμᾶ σωθείημεν.

Ἅπαν, τὸ χριστεπώνυμον πλήρωμα, εὐφημήσωμεν τὸν Χριστολάτρην, τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῆς ἀσεβείας τὸν πέλεκυν, τῆς ἀκτημοσύνης τὸν ἐργάτην, τὸν ὄμβροις τοῖς τῶν δακρύων συντονώτατα, τὴν σάρκα σὺν τῇ ψυχῇ ἀναπτερώσαντα, τὸν ἐλατῆρα τῶν νόσων, τοῦ Χριστοῦ τὸν φίλον, Κοσμᾶν τὸν Ἱερομάρτυρα.

Δεῦτε, ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, βραβεύει γὰρ ὁ πανοικτίρμων Κύριος, τοὺς τοῦτον θεοπρεπῶς ἀντιδοξάζοντας, καὶ τὴν πανέντιμον κάραν τοῦ ἱεροθύτου πατρὸς Κοσμᾶ, Χριστὸς κατεπλούτησε, σημείοις πολλοῖς καὶ θαύμασι.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι. Γερασίμου.
Αἰτωλίας τὸ βλάστημα, Ἐκκλησίας τὸ στήριγμα, καὶ σοφὸν διδάσκαλον θείῳ Πνεύματι, Εὐαγγελίου τὸν κήρυκα, καὶ βίου σεμνότητος, φυτοκόμον ἀληθῆ, τὸν τῷ λόγῳ ἐκτίλλοντα, τὰ ζιζάνια, καὶ ψυχὰς γεωργοῦντα θείῳ φόβῳ, μακαρίσωμεν ἀξίως, Κοσμᾶν τὸν μέγα φιλέορτοι.

Καὶ ἐν Ἄθῳ διέπρεψας, καὶ ἐν πόλει τοῦ Βύζαντος, διδαχαῖς καὶ πράξεσι θείας πίστεως, Μακεδονίαν δε Ἅγιε, καὶ Ἤπειρον ἅπασαν, δρόμῳ ἀποστολικῷ, καὶ τὰς νήσους διέτρεξας, πόνοις πλείοσι, πρὸς ἀγάπην τὴν θείαν διεγείρων, καὶ τὴν κτῆσιν τῶν κρειττόνων, Κοσμᾶ πιστῶν τὰ συστήματα.

Ὡς ὁ Παῦλος ὁ ἔνθεος, τὸ Χριστοῦ Εὐαγγέλιον, πανταχοῦ ἐκήρυξας ἱερώτατε, ἐκ Βυζαντίου ἀρξάμενος, δυνάμει τοῦ Πνεύματος, μέχρι δὲ Ἰλλυρικοῦ, γεγονὼς πλείστου ἔσωσας, τοῖς σοῖς σκάμμασι, καὶ ἀγχόνῃ τὸν δρόμον σου τελέσας, μαρτυρίω ἐκοσμήθης, Πάτερ Κοσμᾶ Ἰσαπόστολε.

Δόξα. Ἦχος πλ. β΄.
Τῶν ὄντως ἐκμελετήσας τὸ ἄστατον, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ εὐαγγελικῶς ἐπ’ ὤμων ἀράμενος, ἀποστολικῶς τὸν λόγον τῆς εὐσεβείας πᾶσι διέσπειρας, καὶ ἀναργύρως τὴν χάριν τῶν ἰαμάτων ἐπεδαψίλευσας, ὅθεν κατὰ Παῦλον τοῖς πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, μετὰ πάντων τῶν Ἁγίων, ἀλλὰ καὶ νῦν αἰτοῦμέν σε Μαρτύρων ἐγκαλλώπισμα, ὡς παῤῥησίαν ἔχων πολλὴν πρὸς τὸν Σωτῆρα Κύριον, μὴ διαλείπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ σου τῇ σορῷ προσιόντων τῇ ἁγίᾳ, καὶ πιστῶς ἐκτελούντων, τὴν σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαῒου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην• ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός• ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα• οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται• ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ• ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τί σὲ καλέσωμεν τρισμάκαρ; Μάρτυρα· ὅτι ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ τὸ σὸν αἷμα ἐξέχεας; Κήρυκα· ὅτι τὸν πόθον τῆς τοῦ Χριστοῦ Βασιλείας τοῖς πᾶσιν ἐκήρυξας; Ἀπόστολον· ὅτι τὸν λόγον τοῦ Εὐαγγελίου τοῖς πιστοῖς διετράνωσας; Μοναστήν τε· ὅτι τὸν σὸν βίον, ὥσπερ κάτοπτρον καθαρόν, τῆς ἀσκήσεως κατέλιπες; Ἱερέα· ὅτι ἱερουργῶν σεαυτὸν ὥσπερ θυσίαν καθαράν, προσήγαγες τῷ Κυρίῳ Σου; Ὃν ἐκτενῶς ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Ὅμοιον. Σαπφειρίου.
Τοὺς λαμπροὺς ἀγῶνάς σου, οὓς ὑπὲρ τῆς πίστεως ἠγώνισαι, τίς διηγήσεται Ἱερομάρτυς πανένδοξε; Τοὺς ἱδρώτας, τοὺς πόνους, τοὺς ἀνὰ πᾶσαν πόλιν προσγινομένους σοι διὰ τὸ κήρυγμα, ἀνθ’ ὧν παρὰ Χριστοῦ ἀπείληφας τὴν τῶν οὐρανῶν κληρουχίαν, ὅθεν καὶ ἡμεῖς, αἰτοῦμέν σε πανσεβάσμιε, ὡς παῤῥησίαν εὑράμενος παρὰ Χριστῷ τῷ Θεῷ, εἰρήνην αἴτησαι τὰς ψυχὰς ἡμῶν.

Ὅμοιον. Σαπφειρίου.
Ἀποστολικῶς τὸν δρόμον τετέλεκας, ἀσκήσει πρότερον τὸν βίον ἁγνισάμενος καὶ ἀπαθείᾳ, ἀνθ’ ὧν ὁ Χριστός, πλουσίαν τῶν θαυμάτων κεχορήγηκέ σοι τὴν ἐνέργειαν, ὁ μόνος τοὺς Αὐτὸν δοξάζοντας ἀντιδοξάζων, καὶ θαυμαστῶν ὁ τῶν θαυμάτων χορηγός, τοῖς ἐν τῇ γῇ Ἁγίοις, ὅθεν καὶ ἡμεῖς σήμερον, σοῦ τῇ σορῷ προσιόντες τῇ ἁγίᾳ μετ’ εὐλαβείας τὴν κόνιν ἀσπαζόμεθα, τοῖς πᾶσιν ὡς ἀληθῶς, ἄφθονα τὰ ἰάματα χορηγοῦσαν, αἰτούμενοι πανσεβάσμιε. Διὰ σοῦ τυχεῖν ἀφέσεως πταισμάτων, καὶ κολάσεως λυτρωθῆναι τοὺς τιμῶντάς σε.

Ὅμοιον. Σαπφειρίου.
Ὁ τὰ ὕδατα Πάτερ, ἐξ ἀκαθάρτων εἰς διειδῆ καὶ πόσιμα μεταποιησάμενος λόγῳ μόνῳ, καὶ λαὸν δίψῃ συνεχόμενον, καὶ βοῶντα κορέσας, τὴν ἐμὴν ψυχὴν Ὅσιε, ὅλην ῥυπαρὰν καὶ ἀκάθαρτον, καθαρὰν ἀνάδειξον ταῖς εὐχαῖς σου, καὶ πόσιμον προσάγαγε, καθάπερ ὕδωρ διαυγές, τῷ διψῶντι Θεῷ, τὴν σωτηρίαν τῶν ψυχῶν παντὸς τοῦ πλάσματος, τῷ παρέχοντι διὰ σοῦ τὴν εἰρήνην τῷ κόσμω, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὅμοιον. Γερασίμου.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, μετὰ τοὺς θείους Ἀποστόλους, νυμφαγωγὸν θεῖον κτησαμένη καὶ διδάσκαλον ἔνθεον, καὶ στόμα θεόσοφον, Κοσμᾶν τὸν Ἰσαπόστολον. Εὐαγγελίου γὰρ τὸν λόγον, σοφῶς ἐκήρυξε, καὶ τῶν πιστῶν τὰς καρδίας, θείῳ φόβῳ ἐῤῥύθμισε. Καὶ μαρτυρικῷ τέλει δοξάσας τὸν Χριστόν, τῆς αἰωνίου δόξης ἠξίωται, Ἀποστόλων καὶ Μαρτύρων συνὼν χορείαις. Μεθ’ ὧν καὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄. Γερασίμου.
Ἀποστολικὴν ἀνύσας πορείαν, πλείστας πόλεις καὶ χώρας διέδραμες, ὡς οὐράνιος ἄνθρωπος, καὶ ἐπίγειος ἄγγελος, Κοσμᾶ Ἰσαπόστολε, ἀγάπῃ θείᾳ γὰρ ῥωννύμενος, τὸ ἀσθενὲς τῆς σαρκός, τὴν τοῦ πλησίον σωτηρίαν, ὅλῃ ψυχῇ ἐξεζήτησας. Καὶ στόμα θεῖον γενόμενος, ἐξ ἀναξίων ἀξίους, πολλοὺς Χριστῷ προσήγαγες, καὶ κομῶσαν θείαις πράξεσι, τὴν Ἐκκλησίαν ἀνέδειξας. Σοφίᾳ γὰρ καὶ χάριτι, ἐπιστώσω τὸν λόγον, καὶ θαυμάτων δυνάμεσιν, ἀμφότερα ἐσφράγισας. Καὶ πλανωμένων ὁδηγὸς ἀναφανείς, πάντας διήγειρας βοᾶν· Κύριε δόξα Σοι.

Ἦχος γ΄. Γερασίμου.
Τῷ τοῦ Πνεύματος φωτὶ καταλαμφθείς, παρὰ Κυρίου ἀπεστάλης, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς κηρῦξαι, τὸ Εὐαγγέλιον Πάτερ, τῆς Βασιλείας τῶν Οὐρανῶν, σοὶ γὰρ δέδοται λαμπρῶς, κατὰ Παῦλον τὸν μέγαν, ἡ τοιαύτη χάρις μακάριε, ἐν ὑστέροις ἔτεσι. Καὶ πλείστους τόπους διαμείβων, καὶ πελάγη διαπερῶν, πολλῶν αἴτιος σωτηρίας, ὡς τοῦ Σωτῆρος μιμητὴς γέγονας. Διὸ ἡ Ἤπειρος πᾶσα, εὐσήμως κηρύττει, ἣν τῷ σῷ λόγῳ, σωτηρίαν ἐκαρπώσατο. Καὶ τῷ σε θαυμαστώσαντι βοᾷ· Κύριε δόξα Σοι.

Ἦχος δ΄. Γερασίμου.
Ἀσκητικῶς τὸν νοῦν καθαγνίσας, καὶ τῇ θείᾳ εὐδοκίᾳ σεαυτὸν ἀναθέμενος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου, ἐκ τοῦ Ἄθω ἐξελήλυθας, ὣς φησιν ὁ Προφήτης, Κοσμᾶ ἱερώτατε. Καὶ τὸ ὕδωρ τῆς ζωῆς, τῷ ἀφθόνῳ σου λόγῳ τοῖς διψῶσι μετέδωκας, τῆς πλάνης καταπνίξας τὰ ζιζάνια, καὶ τῶν ψυχῶν τοὺς μώλωπας καθάρας. Τοῖς πᾶσι γὰρ τὰ πάντα ἐγένου, ἵνα πλείονας κερδήσῃς, ὡς τοῦ Παύλου ἐνθεώτατος μύστης. Καὶ μαρτυρικῶς τελέσας τὸν δρόμον, μετά Μαρτύρων τῷ Σωτῆρι βοᾷς· Κύριε δόξα Σοι.

Ὅμοιον. Γερασίμου.
Τίς ἐπαξίως ὑμνήσει, τῆς σῆς ἀγάπης τὸν πλοῦτον, ἣν πρὸς τὸν πέλας ἐκέκτησο Κοσμᾶ Πάτερ Ὅσιε; Ἢ ποία γλῶσσα διηγήσεται, τοὺς σοὺς ἀγῶνας καὶ ἱδρῶτας, καὶ κόπους καὶ δρόμους, οὓς ὑπὲρ τῆς τῶν πολλῶν σωτηρίας, ὡς ἄσαρκος ἀνέτλης, τῆς εὐσεβείας διαθλῶν τὸ στάδιον; ὅθεν ἀξίως ἐδοξάσθης ὡς ἄλλος Ἀπόστολος, καὶ Μαρτύρων ἰσοστάσιος, παρὰ Χριστοῦ παμμάκαρ, καὶ πάντες γεραίρουσι τὴν ἁγίαν μνήμην σου, ἔνθεν μὲν ὁ Ἄθως, ἐκεῖθεν δὲ ἡ Ἤπειρος, καὶ ἡ βλαστήσασά σε Αἰτωλία, κηρύττουσι τὴν χάριν σου ὅτι πάσης Ἐκκλησίας διδάσκαλος πέφηνας, τῇ Τριάδι πρεσβεύων δοῦναι πᾶσιν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄. Σαπφειρίου.

Ὅσιε Πάτερ, τοῖς ὁπαδοῖς τοῦ Χριστοῦ κατ’ ἴχνος ἑπόμενος, εὐαγγελικῶς τὸν βίον διανύσαι διέγνωκας, κόσμον καὶ ἐγκόσμια πάντα, ἡγησάμενος σκύμβαλα, πρὸς τὴν ἄνω ὄντως μακαριότητα, μηδὲν σεαυτὸν προτιμῶν, τῆς τῶν ἀδελφῶν τῶν συγγενῶν σοι κατὰ σάρκα σωτηρία, ἀλλ’ ἵνα πάντες ἀληθῶς διὰ σοῦ σωθῶσι, τὸ αἷμα τὸ σὸν κατὰ Παῦλον ἐξέχεας, καὶ τὸν Δεσπότην Χριστόν, τὸ δυνατὸν μιμούμενος, σεαυτὸν τῆς τῶν πολλῶν, ὥσπερ λύτρον σωτηρίας παρέδωκας. Καὶ Χριστῷ προσήγαγες ταῖς καθ’ ἡμέραν διδαχαῖς σου, ἔθνη τῆς γῆς τὰ βάρβαρα, ὅπως εἰς τὴν Αὐτοῦ Βασιλείαν τὴν Οὐράνιον, μετ’ αὐτῶν εἰσέλθῃς κράζων· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.

Καὶ νυν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Σαπφειρίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἀριστεὺς ὡς ἀήττητος, τοῦ ἐχθροῦ πᾶσαν ἔννοιαν, εὐθαρσῶς διήλεγξας καὶ κατήσχυνας, ὡς ἐκ Θεοῦ κομισάμενος, πλουσίαν τὴν δύναμιν, κατὰ πάντων δυσμενῶν, ἀριστεύων τοῦ Πνεύματος, τοῖς χαρίσμασι, καὶ τῆς νίκης τὰ γέρα οὐρανόθεν, παρὰ τοῦ ἀγωνοθέτου, χαίρων λαβὼν ἐξεδήμησας.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τοῖς ἐνθέοις διδάγμασι, τὴν ὑφήλιον ἅπασαν, εὐσεβῶς κατήρδευσας ἱερώτατε, σπείρας τὸν λόγον τῆς πίστεως, Κοσμᾶ ἀξιάγαστε, ταῖς τῶν πάντων ἀκοαῖς, καὶ κομῶντας ὡς στάχυας, ἐναπέδειξας, ἀρεταῖς ταῖς ἐνθέοις τοῖς σοῖς λόγοις, καὶ προσήγαγες ὡς θῦμα, τῷ σῷ Δεσπότῃ εὐπρόσδεκτον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αύτοῦ, ἐθαυμάστωσεν ο Κύριος.
Ἀρετὴν πᾶσαν ἤσκησας, ἀσκητῶν ἐγκαλλώπισμα, καὶ Μαρτύρων καύχημα ἐναρέτου τε, ζωῆς τῆς ὄντως ὑπόδειγμα, Κοσμᾶ ἀξιάγαστε, τῆς Τριάδος γεγονώς, καθαρὸν ἐνδιαίτημα, ᾗ καὶ πρέσβευε, ἱλασμὸν τῶν πταισμάτων δωρηθῆναι, τοῖς ἐν πίστει σὲ τιμῶσι, καὶ σωτηρίαν καὶ ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν εὐσεβῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, Κοσμᾶ ἱερώτατε, διὰ γὰρ σοῦ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ τῶν πιστῶν τὸν σύλλογον ταῖς ἱεραῖς σου διδαχαῖς, τῷ Θεῷ προσενέγκας, ὡς θῦμα εὐωδέστατον. Ἀγγέλων συνόμιλε, Ἀποστόλων ὁμότροπε, Μαρτύρων ὁμόσκηνε καὶ δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμων.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τον τάφον Σου Σωτήρ. Σαπφειρίου.
Τὴν πίστιν τοῦ Χριστοῦ, ἀῤῥαγὲς ὥσπερ ὅπλον, προβάλλων νικητής, κατ’ ἐχθρῶν ἀνεδείχθης, στιλβῶν ὥσπερ φάσγανον, τὸν σὸν λόγον πανόλβιε, ᾧ κατέταμες, τὰς τοῦ βελίαρ ἐνέδρας, καὶ κατέκοψας, τῆς ἀσεβείας τὰς ῥίζας, μαχαίρας τοῦ πνεύματος.
Δόξα. Γερασίμου.
Ὡς ἔλαβες σοφέ, οὐρανόθεν τὴν χάριν, ἐξῆλθες ἐν σπουδῇ, ἐκ τοῦ Ἄθω κηρύττων, ὡς ἄλλος Ἀπόστολος, εὐσεβείας διδάγματα, ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τοὺς σοὺς ἀγῶνας τιμῶμεν, Κοσμᾶ Ἰσαπόστολε.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε. Γερασίμου.
Τὴν θείαν ἐπίπνοιαν τοῦ Παρακλήτου σοφέ, ὑψόθεν δεξάμενος, τῇ καθαρᾷ σου ψυχῇ, ὡς ἄλλος Ἀπόστολος, πόλεις τε καὶ χωρίᾳ, τῆς Ἑλλάδος διῆλθες, ἅπασι καταγγέλων, σωτηρίας τὸν λόγον, καὶ ἤθλησας νομίμως, Κοσμᾶ θεομακάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας. 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον. Σαπφειρίου.
Τοὺς λαμπροὺς ἀγῶνάς σου, Ἱερομάρτυς, συνελθόντες σήμερον, ἐν τῷ πανσέπτῳ σου ναῷ, ἀνευφημοῦμεν δεόμενοι, φρούρει λιταῖς σου, Κοσμᾶ τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἡ Παρθένος σήμερον.
Ἡ τοῦ κόσμου Δέσποινα, τὴν σωτηρίαν τεκοῦσα, σωτηρίαν δώρησαι, τοῖς ὑμνηταῖς Σου Παρθένε, ἅπαντα γάρ, δυνατά σοι πρὸς τὸν Υἱόν Σου, Ὅν τινα, καὶ δυσωποῦσα μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν Σῶν δούλων, ἵνα ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ο Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΚΣΤ΄ Ὀκτωβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Διδασκάλου, πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον...
Ἰδιόμελον. Σαπφειρίου. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸν νοῦν ἀναπτερώσας πρὸς τὰ ὑπερκόσμια, καὶ παιδιόθεν ἀσκήσει καὶ μελέτῃ συζήσας τῇ κατὰ Θεόν, ἐκ τοῦ Ἄθωνος ὥρμησας, καθάπερ ἄλλος Νεῖλος, καὶ τὰς διψώσας ψυχάς, πλουσίως ἐπότισας, τῇ ἐπομβρίᾳ τῶν λόγων σου, ἃς καὶ καρποφόρους τῆς θείας ἐπιγνώσεως ἐναποδείξας, τῆς φωνῆς τοῦ Κυρίου σου ἀκήκοας· εἴσελθε δοῦλε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.


Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων β΄.
Ὁ α΄ Κανὼν τοῦ Ἁγίου. Σαπφειρίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὡς ἱερεὺς νῦν τοῦ Δεσπότου γνήσιος, ἱερουργῶν τῷ Θεῷ, καὶ τῶν Ἀποστόλων, ὁπαδὸς γενόμενος, τὴν πίστιν διετράνωσας, δόγμασιν Ὀρθοδόξοις, καὶ λόγοις πάντας ὁδήγησας, πρὸς τὴν θεογνωσίαν ἀνείλκυσας.
Ὑπογραμμὸν τοῖς ἀσκηταῖς καὶ Μάρτυσι, καὶ ἱερεῦσι σοφέ, πᾶσι τὸν σὸν βίον, ἀρετῶν κατέλιπες, κανόνα ἀκριβέστατον, τῆς πρὸς Θεὸν πολιτείας, καὶ στάθμην ὄντως ἀλάθητον, ἣν διακρατοῦντες σωθείημεν.
Τοῦ σοῦ Δεσπότου τὸν Σταυρὸν ἐβάστασας, σὺ διὰ βίου παντός, διὰ τούτου Πάτερ, ἐκτελῶν τεράστια, τοῖς πόθῳ προσιοῦσι σοι, δι’ οὗ νῦν σαῖς πρεσβείαις, τὰς προσβολὰς τοῦ ἀλάστορος, Πάτερ ἐκφυγεῖν δυνηθείημεν.
Θεοτοκίον.
Τοὺς Θεοτόκον ἀληθῆ γινώσκοντας, καὶ προστασία βροτῶν, πάντων καὶ μεσίτην, προς Ὅν περ ἀπεκύησας, περίσωζε πανύμνητε, πάντα γαρ δυνατά σοι, τὸν πάντων Κτίστην καὶ Κύριον, βρέφος τετοκυῖα τὸν ἄχρονον.

Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Κοσμᾶ σοι ἔνθεον ᾀδω μέλος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον Κύριε, την σκοτισθεῖσαν καρδίαν μου, φωτὶ τῆς Σῆς χάριτος, ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασι, Κοσμᾶν τὸν θεηγόρον, τὸν πᾶσι κηρύξαντα, λόγον τὸν ἔνθεον.
Ὁ κήρυξ ὁ ἔνθεος, Εὐαγγελίου τῆς χάριτος, ἡ σάλπιγξ ἡ εὔσημος, τῶν ἱερῶν διδαχῶν, ἀνυμνείσθω μοι, Κοσμᾶς ὁ θεηγόρος, τὸ στόμα τὸ πάνσοφον, βίου σεμνότητος.
Σοφίᾳ τοῦ Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, φωστὴρ ὥσπερ μέγιστος, ἐξ Ἄθω ἔλαμψας, καὶ ἐπύρσευσας, τῶν διδαχῶν ἀκτῖσι, Κοσμᾶ Ἰσαπόστολε, Ἑλλάδα ἅπασαν.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν Σου, πυρὶ ἁγνὴ τῆς Θεότητος, ὁ Λόγος ὁ ἄναρχος, ἐν Σοὶ ἐσκήνωσε, καὶ σεσάρκωται, ἐκ Σοῦ ἀνερμηνεύτω, διὸ Θεοτόκον Σε, πάντες κηρύττομεν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Λελεπρωμένον μου τὸν νοῦν, τοῖς τῶν παθῶν τρικυμίαις, ἀνακάθαρον ταῖς ἱκεσίαις σου μάκαρ, καὶ ἀπόπλυνον φωτὶ τῆς θείας ἐπιγνώσεως, ὅπως κἀγὼ δοξάζω, τὸν σὲ δοξάσαντα Κύριον.
Ἀποκαθάρας σου τὸν νοῦν, τῇ καθαρᾷ πολιτείᾳ, πρὸς Θεὸν ἀνεπτερώθης τρισμάκαρ, καὶ προσέδραμες Χριστῷ, ὡς ἱερεὺς πανάριστος, προσενεγκὼν τὸ σὸν αἷμα, ὡς ἐκλεκτὸν καλλιέργημα.
Τὴν χερσωθεῖσάν μου ψυχήν, ἀνάδειξον καρποφόρον, ἀρετῶν ταῖς σαῖς εὐχαῖς θεοφόρε, καὶ γὰρ ἔχεις τὴν ἰσχὺν τελεῖν καὶ μετὰ θάνατον, τοῖς προσιοῦσι πόθῳ σου, τῇ σορῷ τὰ θαυμάσια.
Θεοτοκίον.
Ἐσκοτισμένον μου τὸν νοῦν, ταῖς τῶν παθῶν τρικυμίαις, καταφαίδρυνον τῷ τοκετῷ Σου Παρθένε, καὶ καταύγασον ἁγνή, φωτὶ τοῦ γεννηθέντος Σοι, ἵνα τοῦτον δοξάζω, καὶ Σὲ γεραίρω τὴν ἄχραντον.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀγάπῃ τρωθεὶς Πάτερ τῇ θείᾳ, ἠγάπησας ὥσπερ σεαυτόν, καὶ τὸν πλησίον Ἅγιε, ὑπὲρ οὗ πλείστους ἤνεγκας, κινδύνους ὡς ὁμότροπος, τῶν Ἀποστόλων ἐν ἅπασι.
Συνέσει τῇ θείᾳ διαλάμπων, κηρύττεις τὸν λόγον πανταχοῦ, τῆς ευσεβείας Ὅσιε, ὡς θεῖος Ἰσαπόστολος, καὶ τῶν πιστῶν ἐστήριξας, τῷ θείῳ φόβῳ τὸ φρόνημα.
Ὁ νοῦς σου δεξάμενος ἐν Ἄθῳ, τὰς θείας ἔλλαμψεις μυστικῶς, Κοσμᾶ θεομακάριστε, διδάγματα σωτήρια, οἷα κρουνὸς ἀνέβλυσεν, εἰς εὐσεβῶν περιποίησιν.
Θεοτοκίον.
Ἰσχύν μου παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς μηχανάς, τοῦ καθ’ ἑκάστην πάναγνε, ὑπούλως ἐφορμῶντος μοι, καὶ τὴν ψυχήν μου στήριξον, τοῖς τοῦ Υἱοῦ Σου προστάγμασι.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ποταμοὺς ἐξήρανας, τῆς ἀσεβείας, προσριφεὶς τοῖς ῥεύμασι, τοῖς ποταμίοις ἀριστεῦ, καὶ στεφηφόρος ἀνέδραμες, πρὸς αἰωνίους, σκηνὰς παναοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τὸ φῶς τὸ ἄδυτον, ἀποτεκοῦσα, τῆς ψυχῆς καταύγασον, τοὺς ζοφερούς μου ὀφθαλμούς, καὶ τὴν ἀχλὺν τῆς καρδίας μου, τῷ τοκετῷ Σου, διάλυσον Δέσποινα.

ᾨδὴ δ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἔχοιμι πρὸς Κύριον, ταῖς σαῖς λιταῖς εὑρεῖν ἔλεος, καὶ γὰρ πλουτεῖς θείας παῤῥησίας, Τριάδος μύστης γενόμενος.
Ἔχοιμι πρὸς Κύριον, σὲ δυσωποῦντα πανόλβιε, λύσιν λαβεῖν τῶν ἀμπλακημάτων, καὶ δεινῶν τὴν ἀπολύτρωσιν.
Εὕροιμι πρὸς Κύριον, δι’ Ὃν σαυτὸν ἀφοσιώσας, Μάρτυς Χριστοῦ, εὐπροσώπως στῆναι παῤῥησίαν ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἱλεών μοι Δέσποινα, τῷ Σῷ οἰκέτῃ ἀπέργασαι, τὸν Σὸν Υἱόν, πρὸς Αὐτὸν χρωμένη, πανσθενεστάταις μεσιτείαις Σου.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐν καιρῷ τῷ τῆς δουλείας, καὶ πικρᾶς χαλεπότητος, ἀπεστάλης Πάτερ, παρὰ τοῦ Θεοῦ Παντοκράτορος, τῶν κλονουμένων στηρίξαι τὴν διάνοιαν, καὶ ἐκλείποντας, λόγῳ σοφῷ ἀνασώσασθαι.
Νόμον θεῖον καταγγέλλων, ὡς Ἀπόστολος ἔνθεος, πόλεις καὶ χωρία Πάτερ, καὶ τὰς νήσους διέδραμες, καὶ τοὺς ἐν σκότει παθῶν κειμένους ἤγειρας, Κοσμᾶ ἔνδοξε, πρὸς τὴν αὐγὴν τὴν σωτήριον.
Θεοῤῥήμονί σου γλώττῃ, τὸ τῆς πίστεως κήρυγμα, ἐν τῷ Βυζαντίῳ Πάτερ, θεοσόφως ἐκήρυξας, Θεσσαλονίκην καὶ Βέροιαν δὲ ηὔγασας, Κοσμᾶ Ἅγιε, τῶν διδαχῶν σου ταῖς χάρισι.
Θεοτοκίον.
Ἐκ γαστρός Σου σαρκοφόρος, ὑπὲρ λόγον καὶ ἔννοιαν, Δέσποινα προῆλθεν ὁ διδοὺς τοῖς πᾶσι τὴν ὕπαρξιν, ἀναλλοιώτως ἀτρέπτως καὶ διέσωσε, τοὺς δοξάζοντας, τὰ μεγαλεῖά Σου ἄχραντε.

Ωδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τὸ ποτάμιον ῥεῖθρον, τῇ προσρίψει σου Πάτερ ἡγίασας, τριημερονυκτεύσας, ἐν αὐτῷ κατὰ τὸν Δεσπότην σου, Ὃν μὴ διαλείπῃς, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύων, ὅπως ῥυσθῶμεν τῆς κολάσεως.
Τῷ φωτὶ τῆς Τριάδος, τὴν διάνοιαν ἐλλαμπόμενος, τὴν Τριάδα πᾶσιν, ἐν μονάδι τρανῶς ἀνεκήρυξας, μίαν τὴν οὐσίαν, τρισὶ δὲ τοῖς προσώποις, Πατρὸς Υἱοῦ καὶ θείου Πνεύματος.
Τὸ δυσῶδες τοῦ βίου τούτου, καὶ τὸ μάταιον ἀποκρουσάμενος, μύρῳ τῆς Τριάδος, νουνεχῶς Πάτερ προσέδραμες, φέρων ὥσπερ θῦμα, καὶ ἀπαρχὴν τῷ Σῷ Δεσπότῃ, αἷμα σὸν ἱερώτατε.
Θεοτοκίον.
Ἡ τὸ φῶς τετοκυῖα, τὸ τῆς τριφεγγοῦς Τριάδος μὲ φώτισον, τὸν ἐσκοτισμένον, καὶ ψυχὴν καὶ καρδίαν τὸν δείλαιον, ἄλλην γὰρ ἐκτός Σου, θερμὴν μεσίτριαν οὐκ ἔχω, πρὸς Ὃν ἔτεκες ἀπείρανδρε.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ὁ μέγας διδάσκαλος καὶ υποφήτης ἔνθεος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ζήλῳ τοῦ Παύλου καταφλεχθεὶς την ψυχήν, πᾶσαν τὴν Ἑλλάδα διελθών, μέχρις Ἰλλυρίας δέ, Κοσμᾶ χαίρων ἐκήρυξας.
Νοσούσας ἰάτρευσας, ψυχὰς λόγῳ τῆς χάριτος, καὶ τὰς τῶν σωμάτων ἀσθενείας, ἰᾶσαι Πάτερ τῇ ἐπικλήσει Χριστοῦ, ἀποστολικὴν χάριν λαβών, Κοσμᾶ Ἰσαπόστολε, ἐν ὑστέροις τοῖς ἔτεσιν.
Ἀκτῖσι τῶν λόγων σου, Κοσμᾶ θεόφρων Ὅσιε, ἅπασαν τὴν Ἤπειρον λαμπρύνεις, Κεφαλληνίαν δέ, καὶ τὴν Ζάκυνθον, καὶ τὴν Ναυπακτίαν δαψιλῶς, ἄρδεις θείοις νάμασι, τῶν σοφῶν διδαγμάτων σου.
Θεοτοκίον.
Δυνάμωσον Δέσποινα, τὴν ασθενοῦσαν πάθεσι, καὶ ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου, ψυχήν μου Κόρη τῇ συμπαθεῖ Σου ῥοπῇ, καὶ κατεύθυνόν με πρὸς ὁδόν, μετανοίας δέομαι, ὁ προστρέχων τῇ σκέπῃ Σου.

ᾨδὴ  στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἱλαρωτάτῃ φωνῇ, καὶ λόγοις πείθων μακάριε, εἵλκυσας πάντα πιστόν, πρὸς θείαν ἐπίγνωσιν, πάντας ἐπιγνώμονας τῆς θεοσεβείας, ἐνδεικνὺς τοὺς πρὶν ἀγνώμονας.
Ἱερουργῶν τῷ Θεῷ, σαυτὸν ὑπὲρ τούτου τέθηκας, ἵνα καὶ ζήσῃς Αὐτῷ, κοινωνὸς γενόμενος, πάθος τοῦ Δεσπότου σου, ἐν τῇ ἀθανάτῳ Βασιλείᾳ τῶν Οὐρανῶν.
Τοῖς μονασταῖς ποδηγόν, τοῖς ἱερεῦσιν ὑπόδειγμα, κατέλιπες τὸ σὸν ζῆν, οὗπερ ἀντεχόμενοι, ἐπαναστραφείημεν, ἐξ ὁδῶν τῆς πλάνης, πρὸς γνῶσιν θείαν ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Τὴν τοῦ ἐλέους πηγήν, Σὲ τὴν Παρθένον καὶ ἄσπιλον, καθικετεύω σεμνή, ὅπως εὕρω ἔλεος, ἐν ἡμέρᾳ κρίσεως, καὶ πταισμάτων πάντων, εὐπροσδέκτοις μεσιτείαις Σου.

Ἕτερος. Τὴν θείαν ταύτην.
Ὡς Ἀπόστολος ὁμόζηλος, τοὺς δρόμους τῶν αὐτῶν Πάτερ ἤνυσας, στεῤῥῷ φρονήματι, καὶ φυτοκόμος θεόσοφος, τῆς εὐσεβείας ὤφθης, Κοσμᾶ μακάριε.
Μέγαν διδάσκαλον Ἅγιε, γνωρίζει σε ἡ Ἤπειρος ἅπασα, ταύτην γὰρ ἔσωσας, λόγοις σοφοῖς καὶ διδάγμασι, βυθοῦ τῆς ἀσεβείας, Κοσμᾶ μακάριε.
Ἐξ Αἰτωλίας ἀνέτειλας, καὶ πάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, ζήλῳ τῆς πίστεως, διὸ λαμπρῶς μεγαλύνει σε, ἡ Ἐκκλησία Πάτερ, ὡς Ἰσαπόστολον
Θεοτοκίον.
Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, Θεοχαρίτωτε Δέσποινα, εἰς σωτηρίαν κόσμου, δι’ ἀγαθότητα.

Κοντάκιον. Ἦχος δ΄.
Ἀναβλαστήσας ἐκ τῆς γῆς Αἰτωλίας, καὶ ἐν Ἄθῳ μοναστὴς χρηματίσας, καὶ μυηθεὶς ὡς ἀληθῶς τὴν δόξαν του Θεοῦ, πᾶσιν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ Χριστῷ προσήγαγες, παμμακάριστε πάντας, τῶν Ἀποστόλων ὄντως μιμητής, Ἱερομάρτυς, ἐκχύσει τοῦ αἵματος.
Ὁ Οἶκος.
Τὴν τῶν Μαρτύρων καλλονήν, τῶν μοναστῶν τὸ κλέος, τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ λόγου, τῶν ἱερέων υπογραμμόν, καὶ Ἀποστόλων μιμητὴν ἄριστον, ἐν ᾠδαῖς εὐφημήσωμεν οἱ πιστοί, καὶ ἐγκωμίων ἄνθεσι καταστέψωμεν αὐτοῦ κάραν τὴν ἁγίαν, ἐξ ἧς ἄφθονα προχεῖται τὰ ἰάματα, καὶ δαψιλῆ τοῖς πόθῳ προσιοῦσιν ἐνεργεῖται τὰ θαυμάσια, ἣν καὶ πιστῶς ἀσπαζόμενοι, τούτῳ προσείπωμεν· Χαίροις, ὁ τῆς ἀσεβείας τὰ ῥίζας ἐκτεμὼν τῇ δρεπάνῃ τῶν λόγων σου, καὶ εὐσεβείας τὸν σπόρον τοῖς ὠσὶ καὶ καρδίαις πάντων ἐνσπείρας· χαίροις, ὁ τῆς πίστεως κήρυξ, καὶ Ἐκκλησίας στύλος ἀκλόνητος, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ἔχεις γὰρ παῤῥησίαν πρὸς τὸν Σωτῆρα Κύριον, τῶν Ἀποστόλων ὁπαδὸς γενόμενος, καὶ Μαρτύρων χοροῖς ἐμπρέπων τῇ ἐκχύσει τοῦ αἵματος.

Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος1779, ἀγχόνῃ τελειοῦται.
Εὔκοσμος ὤφθης κόσμος, ὦ Κοσμᾶ μάκαρ,
Κόσμον λόγοις σοῖς αἵμασι τ᾽ αγλαΐσας.
Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξιν.
Οὗτος ὁ μακάριος ἦν κατὰ τὸν δέκατον καὶ ὄγδοον αἰῶνα. Πατρίδα ἔσχε τὸ ἐν Αἰτωλίᾳ χωρίον, οὗ ἡ κλῆσις Μέγα Δένδρον, ἐκ γονέων εὐσεβῶν βλαστήσας. Τὸν μονήρη ποθήσας βίον καὶ ἐν τῇ κατὰ τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθω Ἱερᾷ Μονῇ τοῦ Φιλοθέου ἀσκητικῶς ἀγωνισάμενος, καὶ θείαν ἔλλαμψιν λαβών, καὶ θεόθεν χρηματισθείς, ἀπεστάλη κηρῦξαι τὸν λόγον τῆς σωτηρίας, ὡς ἄλλος Ἀπόστολος, ἐν τοῖς ζοφεροῖς τῆς δουλείας χρόνοις, ἣν οἱ τῆς Ἄγαρ ἀπόγονοι ἡμῖν ἐπήνεγκαν, ἀρῥήτοις τοῦ Θεοῦ κρίμασι. Καὶ πλεῖστας πόλεις καὶ χωρία καὶ νήσους περιελθών, καὶ πᾶσαν τὴν Ἑλλάδα, συνελόντι φάναι, τῷ φθόγγω περιλαβών, ἐν Ἠπείρῳ μαρτυρικῷ τέλει τὸν βίον ἐσφράγισεν, ἀγχόνῃ θανατωθείς, παρὰ τῶν δυσσεβῶν. Τὸ δὲ τίμιον αὐτοῦ σκῆνος, χαριτωθὲν θείῳ Πνεύματι, πλείστας ἰάσεις καὶ θαύματα παρέχει τοῖς πίστει προσερχομένοις τῇ τούτου χάριτι και πρεσβείᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Τῷ χιλοστῷ ἑπτακοσιοστῷ δεκάτῳ ἕκτῳ ἔτει ἀπὸ Χριστοῦ, ἔχοντες οἱ Ἀγαρηνοὶ πόλεμον πρὸς τοὺς Ἐνετούς, ἀφ’ οὗ ἔλαβον τὴν Πελοπόννησον, ἀπεφάσισαν ὅπως αἰχμαλωτίσωσι καὶ τὴν Κέρκυραν. Φθάσαντες δ’ εἰς Κέρκυραν καὶ καταθλίψαντες ἐπὶ πεντήκοντα ἡμέρας αὐτήν, οὐκ ἠδυνήθησαν ἵνα κυριεύσωσιν αὐτήν, τῇ κραταιᾷ δυνάμει τοῦ θαυματουργοῦ Σπυρίδωνος, διὸ καὶ κατῃσχυμένοι ἀπῆλθον. Κατὰ δὲ τὴν ἐπάνοδον αὐτῶν, ἐξῆλθον πρὸς λεηλασίαν εἰς τὴν θεοφρούρητον τῶν Στροφάδων Μονήν. Τοῦτο προϊδόντες οἱ τῆς Μονῆς ταύτης Πατέρες, ἔκρυψαν σὺν τοῖς ἄλλοις πολυτίμοις καὶ τὸ τιμιώτατον λείψανον τοῦ Ἱεράρχου Διονυσίου ἐντὸς σπηλαίου. Οἱ Ἀγαρηνοὶ κατέστρεψαν πᾶν ὅ,τι εὗρον ἐν τῇ Μονῇ τῶν Στροφάδων, τοὺς δὲ Πατέρας κατέκαυσαν, πλὴν τεσσάρων, οἵτινες ἐσώθησαν μὴ ἀνακαλυφθέντες ὑπὸ τῶν Ἀγαρηνῶν. οὗτοι, μετὰ τὴν ἀναχώρησιν τῶν ἀπίστων, παραλαβόντες τὸ Ἅγιον τοῦ Ἱεράρχου λείψανον, καὶ ἐπιβιβασθέντες Ἐνετικῶν πλοίων κατέπλευσαν εἰς Ζάκυνθον τῇ κδ΄ Αὐγούστου τοῦ ᾳψις΄ (1716). Μαθόντες δὲ τὴν ἕλευσιν τοῦ Ἁγίου, οἱ τῆς νήσου ταύτης κάτοικοι, ἔδραμον ἱερεῖς καὶ μονάζοντες, πλούσιοι καὶ πένητες καὶ ἀσπασθέντες τὸ πανσέβαστον λείψανον, ἔκτισαν εὐθὺς περικαλλῆ ναόν, καὶ ἔθεσαν ἐν αὐτῷ, τὸ θαυματόβρυτον λείψανον τοῦ Ἱεράρχου, ὅπερ πλουτίζει πλουσίως διὰ τοῦ ποταμοῦ τῶν θαυμάτων αὐτοῦ τῶν εὐσεβῶν τὰ συστήματα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.
Οὗτος ὦν πλήρης χάριτος τοῦ Ἁγίου Πνεύματος, ἠκολούθησε τῷ Ἁγίῳ Ἀποστόλῳ Παύλῳ· ἀνδρείως δὲ κηρύξας τὸ ἅγιον Εὐαγγέλιον, καὶ πολλοὺς ναοὺς τῶν εἰδώλων κρημνίσας, ὑφίσταται δαρμούς, καὶ δεσμά, καὶ ἐπὶ πολυετίαν κακοπαθεῖ ἐν τῇ φυλακῇ, ἐν ᾗ διατελῶν ἔλαβεν ἄρτον οὐράνιον. Ἔπειτα ἐῤῥίφθη ἐν πυρκαϊᾷ, καὶ μετὰ ταῦτα ἐδόθη εἰς βορὰν τῶνν θηρίων, ἐπειδὴ δὲ ἕν ἐξ αὐτῶν ὡμίλησεν εἰς φωνὴν ἀνθρωπίνην, ὅλοι οἱ ἀκούσαντες ταύτην ἐξεπλάγησαν. Διαμείνας λοιπὸν ἀβλαβὴς εἰς ὅλας τὰς τιμωρίας ὁ Ἅγιος, ἐπανῆλθεν εἰς τὴν πατρίδα του, Σεβαστὴν καλουμένην, προπορευομένου θείου Ἀγγέλου καὶ ἐνδυναμώνοντος αὐτόν. Ἐκεῖ δὲ διελθὼν τὴν ζωήν του, καὶ πλήρης ἡμερῶν γενόμενος ἐκοιμήθη ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Τατίωνος.
Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,
Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.
Οὗτος κατήγετο ἐκ τόπου Μαντιναίου καλουμένου καὶ ὑποκειμένου εἰς τὴν Μητρόπολιν Κλαυδιούπολιν, τὴν ἐν τῇ Ἐρδελίᾳ, ἐκ τῆς ἐπαρχίας τῆς Ὀνωριάδος. Συλληφθεὶς δὲ ὑπὸ τῶν Ἑλλήνων διότι ἐσέβετο τὸν Χριστόν, παρέστη ἐνώπιον τοῦ ἡγεμόνος Οὐρβανοῦ, ἐν τῇ ῥηθείσῃ Κλαυδιουπόλει. Ἐρωτηθεὶς λοιπὸν ὑπ’ ἐκείνου, καὶ ὁμολογήσας τὸν Χριστόν, ἐῤῥίφθη ἐν φυλακῇ, εἶτα ἐρωτηθεὶς πάλιν, ἐπειδὴ ἐπέμενεν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐδάρη μὲ ξύλα καὶ ἐξεσχίσθη μὲ ὀνύχια σιδηρᾶ. Μετὰ ταῦτα ἐσύρθη κατὰ γῆς, καὶ φθάσας εἰς τὴν πύλην τῆς πόλεως ἐσφράγισεν ἑαυτὸν μὲ τὸν τύπον τοῦ Τιμίου Σταυροῦ, ἤκουσε δὲ ἄνωθεν θείας φωνῆς, ἣτις εὐηγγελίζετο ὅσα ἀγαθὰ ἧν προητοιμασμένα ἐν τῷ Οὐρανῷ δι’ αύτόν, καὶ οὕτω παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ, ἐξ’οὗ ἔλαβε καὶ τοὺς στεφάνους τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.
Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,
Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.
Οὗτος ἐκ νεαρᾶς ἡλικίας ἀγαπήσας τὴν μοναδικὴν ζωήν, διέτριβεν εἰς τὸν Ὄλυμπον. Ἀφ’ οὗ δὲ πολλοὺς ἠγωνίσατο ἀγῶνας, παῤῥησίᾳ ὡμολόγησε τὴν εὐσέβειαν καὶ ὀρθοδοξίαν, κατὰ τοὺς χρόνους Λέοντος τοῦ Ἰσαύρου, ὅστις ἔθραυε τὰς ἁγίας εἰκόνας καὶ ἐπυρπόλει τὰ τῶν Ἁγίων λείψανα, ἐν ἔτει ψις΄ (716). Τούτου λοιπὸν τοῦ τυράννου ἐλέγξας ὁ Μάρτυς τὴν ἀσέβειαν καὶ ἀθεΐαν, καὶ ἀνακηρύξας τὴν ἀληθῆ πίστιν καὶ τὴν τῶν ἁγίων εἰκόνων προσκύνησιν, ὑπέστη πολυειδεῖς βασάνους ἐν βαθυτάτῳ γήρατι, ἐννενηκονταπέντε ἐτῶν τὴν ἡλικίαν. Τελευταῖον δὲ τμηθεὶς τὴν ῥῖνα καὶ καεὶς τὴν τιμίαν κεφαλήν, παρέδωκε τὴν ψυχήν εἰς χεῖρας Θεοῦ εὐχαριστῶν Αὐτῷ καὶ προσευχόμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Πέτρου Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἴχνη παμμάκαρ τῶν ποδῶν σου, κατεστήριξας ἴχνεσιν ἁλιέων, καὶ σαγήνῃ σοφέ, χρησάμενος σοῖς λόγοις, ψυχὰς ἀνθρώπων ἤγρευσας, ἐκ βυθῶν τῆς ἀπωλείας.
Λόγῳ τῷ σῷ ποδηγεθέντες, λόγον τοῦ Πατρὸς τὸν ἕνα τῆς Τριάδος, ἐξ αἱμάτων ἁγνῶν, ἐπέγνωμεν λαβόντα, μορφὴν βροτείαν ἄσπορον, ἵν’ ἡμεῖς ἀναπλασθῶμεν.
Χαίρει λαμπρῶς ἡ Αἰτωλία, τὸν κοσμήτορα κόσμου παντὸς τὸν μέγαν, ἱερέα Θεοῦ, βλαστήσασα ὡς ῥόδον, οὗ τῆς ὁσμῆς ἐπλήσθησαν, οἱ ἐν πίστει προσιόντες.
Θεοτοκίον.
Χαῖρε βροτῶν ἡ σωτηρία, ὡς τὸν Κύριον τῶν ὅλων τετοκυῖα, Ὃν δυσώπει ἀεί, ὑπὲρ τῶν ἱκετῶν Σου, καὶ μετὰ πόθου Δέσποινα, προστρεχόντων Σου τῇ σκέπῃ.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐναρκησας τοῖς δρόμοις τοῦ κηρύγματος Πάτερ θλιβόμενος, ἀλλὰ προθύμῳ ψυχῇ, τοῖς πᾶσιν ἐκήρυξας, λόγον τῆς πίστεως, καὶ διήγειρας, πρὸς ἐργασίαν Ἅγιε, ἐναρέτου πολιτείας.
Σταυρὸν σύμβολον τῆς θείας ἀγαθότητος πηγνύεις Ἅγιε, ἀνακηρύττων σοφῶς, τὰ θεία διδάγματα, ὡς ἐνθεώτατος, τῷ δὲ λόγῳ σου, πλήθη πιστῶν παρείποντο, ὥσπερ ἄρνες τῷ ποιμένι.
Γνῶσιν ἔνθεον καὶ φόβον τὸν σωτήριον καὶ βίον κρείττονα, καὶ πολιτείαν σεμνήν, Κοσμᾶ ἐγεώργησας, ἀρότρῳ χάριτος, τοῖς τὸ πρότερον, ἐν ἀγνωσίᾳ Ἅγιε, καὶ ἀπάτῃ προκειμένοις.
Θεοτοκίον.
Ἔχεις Δέσποινα πολλὴν πρὸς Ὃν ἐκύησας Θεὸν καὶ Κύριον, οἷάπερ Μήτηρ Αὐτοῦ, παῤῥησίαν Ἄχραντε, διὸ μεσίτευσον, οἰκτειρῆσαί με, τὸν ἐν ἀμέτροις πάθεσι, κυλινδούμενον ἀφρόνως.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει Ἁγίῳ.
Ἱερέων πληθὺς καὶ τῶν Μαρτύρων, εὐφημεῖ σε Κοσμᾶ ἱερομύστα, καὶ μοναστῶν ὁ δῆμός σε γεραίρουσι, ὡς τὸν Ἀποστόλον, ὁμότροπον ἐν πᾶσι, πανσόφως γεγονότα.
Ἀναργύρως τὸν σὸν ἐνσπείρας λόγον, ταῖς διψώσαις καρδίαις τῶν ἀνθρώπων, ἑπταπλασίους πρὸς Χριστοῦ ἀπείληφας, πόνων τοὺς στεφάνους, ᾧ μὴ διαλείπῃς, ὑπὲρ ἡμῶν πρεσβεύων.
Διδαγμάτων ἐνθέων σου πλησθεῖσα, Ἀλβανία ἄθλους τοὺς σοὺς γεραίρει, καὶ τῷ πανσέπτῳ συνελθόντες σου ναῷ, τὴν Τριάδα Πάτερ, τὴν δοξάσασάν σε, δοξάζουσιν ἐμφρόνως.
Θεοτοκίον.
Οἱ δι’ Εὔας Ἐδὲμ ἐκδιωχθέντες, διὰ Σοῦ δὲ πάλιν ἀντεισαχθέντες, δοξάζομέν Σε ὡς Θεὸν γεννήσασαν, ἧς ταῖς μεσιτείαις, λύσιν τῶν πταισμάτων, εὕροιμεν Θεοτόκε.

Ἕτερος. Παῖδας ἐυαγεῖς.
Ῥείθροις τῶν ἐνθέων διδαχῶν σου, Κοσμᾶ Ισαπόστολε κατήρδευσας, Ἐκκλησίας Ἅγιε, πάντα τὰ πληρώματα, καὶ πᾶσαν τάξιν ἴθυνας, πρὸς βίον ἔνθεον, μεγίστη, ὡς πηγὴ γὰρ προῆλθες, κατὰ τὸν Προφήτην, ἐξ Ἄθω θείᾳ νεύσει.
Ἄρτῳ τῶν ἁγίων διδαχῶν σου, καιρῷ νοητοῦ λιμοῦ διέθρεψας, πλήθη πιστῶν ἅγιε, πεινώντων τὰ κρείττονα, καὶ σεμνοτάτοις ἤθεσι Κοσμᾶ ἐκόσμησας, τοὺς πρὶν εν ἀκοσμίᾳ βιοῦντας, βίου ἐσφαλμένου, ψυχῶν ὡς οἰκονόμος.

Στόμα τοῦ Θεοῦ ἐδείχθης Πάτερ, καὶ στόματος ἐχθροῦ λόγῳ τῆς χάριτος, οὓς πρὶν βρῶμα ἔσχηκεν, ἥρπασας καὶ ἴθυνας, πρὸς ἐντολῶν ἐκπλήρωσιν τοῦ Παντοκράτορος, ὡς μέγας εὐσεβείας ἐκφάντωρ, καὶ τῆς μετανοίας, μυσταγωγὸς θεόφρον.
Θεοτοκίον.
Ἵνα μεγαλύνω Σου τὴν δόξαν, Παρθένε εὐλογημένη ὑπερένδοξε, ἀδοξίας ῥῦσαί με, καὶ δεινῆς φαυλότητος, παθῶν αλλοτριούντων με τοῦ ἀγαθοῦ Σου Υἱου, καὶ λάμπρυνον φωτὶ μετανοίας, τὴν ἐσκοτισμένην, ψυχήν μου τῇ ἀπάτῃ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τῇ αἴγλῃ τῆς Τριάδος σου τὴν ψυχήν, ἐλλαμφθεὶς πρὸς τοὺς πόνους ἐξέδραμες, μὴ τὸ σαυτοῦ, μόνον ἀλλὰ πάντων ἐπισκοπῶν, καθώς φησι τὸ λόγιον, ᾧ καὶ παρεπόμενον ἀσφαλῶς, ἐξέδωκας βασάνοις, ὑπὲρ πάντων τὸ σῶμα, τὸν σὸν Δεσπότην ἐκμιμούμενος.
Τὸν φόβον τοῦ Κυρίου ἔνδον λαβών, σῇ καρδίᾳ σοφίαν ἐπλούτησας, παρὰ Θεοῦ, ᾗ καὶ τὰς καρδίας τῶν εὐσεβῶν, πρὸς γνῶσιν θείαν ἤγαγες, σέβειν καὶ δοξάζειν ἕνα Θεόν, Τριάδα ἐν Μονάδι, τὸν Ἄναρχον Πατέρα, σὺν τῷ Υἱῳ καὶ θείῳ Πνεύματι.
Μνημεῖον διδαχῶν σου τῶν εὐσεβῶν, πανταχοῦ καταλείπων πανόλβιε, θείου Σταυροῦ, ἐν ᾧ τὰς παλάμας ὁ Δίκαιος, ἐξέτεινε δι’ ἔλεος, τύπον ἐναργῆ τὰ τεράστια, ἐτέλεις ἐν τῷ κόσμῳ, ἀφθόνους τὰς ἰάσεις, παρέχων τούτῳ τοῖς προστρέχουσι.
Θεοτοκίον.
Βάτον μὲν τὸ πάλαι ὁ Μωϋσῆς, προκατεῖδέ Σε μόνη Θεόνυμφε, τὴν ἐν πυρὶ ὅλως ἀκατάφλεκτον μείνασαν, ἡμεῖς δὲ Σὲ πανάμωμε, κυρίως Θεοτόκον πανευλαβῶς, δοξάζομεν ἰδόντες, ὡς μεσίτριαν οὖσαν, πρὸς τὸν Υἱόν Σου καὶ Θεὸν ἡμῶν.

Ἕτερος. Ἅπας γηγενής.
Μάρτυς εὐκλεής, καὶ θεῖος Ἀπόστολος, καὶ μύστης ἔνθεος, ὤφθης θείῳ ἔρωτι, τοῦ Βασιλέως τῆς δόξης Ἅγιε, μαρτυρικῶς σφραγίσας σου τὸ θεῖον κήρυγμα, καὶ τῆς ἄνω, δόξης καὶ λαμπρότητος, ἠξιώθης Κοσμᾶ Ἰσαπόστολε.
Ὅρμον γαληνόν, ζωῆς τῆς ἀμείνονος, Πάτερ κατέλαβες, δι’ ἀγχόνης ἅγιε, λαβὼν τὸ τέλος σοι τὸ ποθούμενον, καὶ τὸ σεπτόν σου λείψανον Μᾶρκος ὁ ἔνθεος, ῥείθρων ἀνεκόμισεν, ἀναβλύζον ἰάσεων νάματα.
Ὕψωσον Θεῷ, Κοσμᾶ Ἰσαπόστολε, χεῖρας ἱκέτιδας, πάσης πλάνης ῥύσασθαι, τὴν Ἐκκλησίαν νῦν τὴν Ὀρθόδοξον, εἰρήνην τῇ Ἑλλάδι δὲ πάσῃ δωρήσασθαι, καὶ πταισμάτων, κἀμοὶ Πάτερ ἄφεσιν, τῷ τοὺς ὕμνους σοι τούτους ὑφάναντι.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, καρδίας τὴν ἔφεσιν, πρὸς θεῖον ἔρωτα, πάσης ἀπαλλάττουσα, περιπεζίου ἡμᾶς φαυλότητος, εὐλογημένη πάναγνε, ὡς ἂν τῆς κρείττονος, τοῦ Υἱοῦ Σου, μυστικῆς ἐλλάμψεως, οἱ ὑμνοῦντές Σε Κόρη μετάσχωμεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Σαπφειρίου.
Σταυρὸν τὸν τοῦ Κυρίου σου, ἐπ’ ὤμων ἀνεβάστασας, δι’ οὗ ἐτέλεις ἐν κόσμῳ, τοῖς προσιοῦσί σοι μάκαρ, ἄφθονα τὰ ἰάματα, ὡς ἱερεὺς πανάριστος, τοῦ σοῦ Δεσπότου πάνσοφε, διὸ καὶ προσενήνοχας, σαυτὸν δεκτὸν ὥσπερ θῦμα, ἱερουργῶν τῷ Δεσπότῃ.
Ὅμοιον. Γερασίμου.
Τὸν μέγαν Ἰσαπόστολον, Κοσμᾶν τὸν ἱερώτατον, τῆς Ἐκκλησίας τὴν βάσιν, καὶ ἀληθείας τὸ στόμα, τὸν κήρυκα τῆς πίστεως, Μαρτύρων τὸν ὁμότροπον, πιστῶς ἀνευφημήσωμεν, ἵνα ταῖς τούτου πρεσβείαις, ῥυώμεθα πάσης βλάβης.

Θεοτοκίον.
Μαρία κυριώνυμε, Σῇ μεσιτείᾳ πάντοτε, μὴ διαλείπῃς χρωμένη, πρὸς Ὃν ἔτεκες Κόρη, ὑπὲρ Σῶν δούλων πάναγνε, τῶν ὑμνητῶν τοῦ Τόκου Σου, καὶ γὰρ ἰσχύεις Δέσποινα, ὅσα καὶ βούλει ποιῆσαι, ὡς Μήτηρ τοῦ Βασιλέως.

Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τρανῶς ἀνακηρύττεις, εὐσεβείας τὸν λόγον, Κοσμᾶ πνευματοφόρε καὶ ὁδηγεῖς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, τῶν ἐντολῶν τοῦ Σωτῆρος πλείστους λαούς, ὡς διδάσκαλος τῆς πίστεως.

Τοῖς θεοφθόγγοις σου λόγοις πίστιν ἐτράνωσας, τὸ ζοφερὸν τῆς πλάνης, διαλύσας παμμάκαρ, φωτὶ τὸ τῆς Τριάδος ᾧ παρεστώς, παῤῥησίαν εὑράμενος, καθικετεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν μνήμην ἀεί.

Ἐξ Ἄθω Πάτερ ἐκλάμψας ὡς μέγας ἥλιος, ταῖς σαῖς διδασκαλίαις, καὶ θαυμάτων ἀκτῖσι, λαοὺς τοὺς ἐν ἁγνοίᾳ φωταγωγεῖς, καὶ στηρίζεις μὴ σφάλλεσθαι, καὶ ἀποκλίνειν τῆς πίστεως τοῦ Χριστοῦ, τῆς δουλείας ἐν ταῖς θλίψεσι.

Χαίρει ἐν σοὶ Αἰτωλία ἡ σὲ βλαστήσασα, καὶ Ἄθως χαρμοσύνως, τὴν σὴν χάριν κηρύττει, καὶ πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ, μακαρίζει σε Ἅγιε, στηριζομένη ταῖς θείαις σου διδαχαῖς, Κοσμᾶ θεῖε Ἰσαπόστολε.

Δόξα. Ἦχος β΄.
Τοῦ σκεύους τῆς ἐκλογῆς, τῆς κορυφῆς τῶν Ἀποστόλων, Παύλου τὸν ζηλωτήν, εὐφημήσωμεν Κοσμᾶν τὸν Ἰσαπόστολον. Οὐ γὰρ ἔδωκεν ὕπνον αὐτοῦ τοῖς ὀφθαλμοῖς, οὐδὲ τῶν πόνων ἀνάπαυσιν, ἕως οὗ τὸν λόγον τοῦ Εὐαγγελίου τοῖς πιστοῖς διετράνωσε. Καὶ τὰς καρδίας τῶν πιστῶν ἐκ βυθοῦ τῆς πλάνης πρὸς ἐπίγνωσιν θείαν μετήγαγε, τῇ τῶν λόγω πλημμύρᾳ τῶν ἀνθρώπων ποτίζων τὰς διανοίας, καὶ τῷ φωτὶ τῆς Τριάδος τὴν σκοτόμαιναν διαλυσάμενος, τὸ τῆς θεότητος φῶς τὸ γλυκερὸν ἀντεισήγαγεν, ᾧ καὶ ἡμεῖς φωτισθέντες τὰς ψυχάς, τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσθείημεν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικά, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου, ἡ γ΄ ᾠδὴ τοῦ α΄, καὶ ἡ στ΄ τοῦ β΄.
Ἀπόστολος. Ζήτει Κυριακῇ μετὰ τὰ Φῶτα.
Εὐαγγέλιον: Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αυτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσία...
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιόν ἐσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον. Γερασίμου.
Χαίροις Ἀποστόλων ὁ μιμητής, Κοσμᾶ θεοφόρε, εὐσεβείας ὑφηγητά, τοῦ Εὐαγγελίου, ὁ θεηγόρος κήρυξ, καὶ τῶν πιστῶν ἁπάντων θεῖον ἀγλάϊσμα.

No comments:

Post a Comment