Monday 24 November 2014

ΑΓΙΑ ΦΙΛΟΘΕΗ Η ΑΘΗΝΑΙΑ

ΜΗΝΙ ΦΕΒΡΟΥΑΡΙῼ ΙΘ' 
ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ
 ΦΙΛΟΘΕΗΣ ΤΗΣ ΑΘΗΝΑΙΑΣ 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν καὶ τὴν α' στάσιν τοῦ Καθίσματος, Μακάριος ἀνὴρ, εἰς τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.  
Τὸ πανάριστον σκήνωμα καὶ ὑπέρλαμπρον ἄγαλμα, τὸ πανευκλεέστατον αὖθις ἄκουσμα, ὁ πολυποίκιλος στέφανος, τὸ στόμα τὸ παντέρπνοον, ὁ λιμὴν ὁ γαληνός, τῆς ἀγάπης ὁ σύνδεσμος, ὁ πολύρρυτος ποταμὸς τοῦ ἐλέους, ἀνεδείχθης καὶ φωστὴρ τῶν μοναζόντων, ὦ Φιλοθέη πανεύφημε. 
Ὡς ἀστὴρ φαεινότατος ἐν τῷ σκότει ἐπέλαμψας καὶ ὡς ἄνθος εὔοσμον καὶ μυρίπνοον ἐν τῷ χειμῶνι ἐξηνθησας ὡς φῶς καὶ ὡς ἥλιος ἐξανέτειλας φαιδρῶς ἐν Ἀθήναις, θερμαίνουσα καὶ φωτίζουσα τοὺς δουλείᾳ στυγνῇ ἐζοφωμενους· ὅθεν ἅπαντες τιμῶμεν, ὦ Φιλοθέη, τὴν μνήμην σου. 
Ἀσθενούντων ἐπίσκεψις, αἰχμαλώτων ἀνάρρυσις καὶ παρθένων σύνταξις, μῆτερ, γέγονας πρὸς χριστομάχον δὲ τύραννον δεινῶς ἀντεπάλαισας καὶ ἀγῶνα τὸν καλὸν μαρτυρίῳ ἐσφράγισας· διὰ τοῦτο σε ὁ Χριστὸς ἀγαπήσας εἰς τάς ἄνω οὐρανίους ἀναπαύσεις ἀνεκαλέσατο, ἔνδοξε.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.    
Δεῦτε, ὦ φιλέορτοι, τὴν Φιλοθέην ἐν ᾄσμασι καὶ ᾠδαῖς καταστέψωμεν, πανήγυριν ἄγοντες ἱερὰν καὶ θείαν· αὕτη γὰρ ὁσίως ὄντως ἐβίωσεν ἐν γῇ καὶ ἐν τοῖς ἔργοις τὴν πίστιν ἔδειξε· διὸ καὶ τὸ διάδημα τὸ τῆς ἀθλήσεως εἴληφεν ἐκ χειρὸς τοῦ δοξάζοντος τοὺς αὐτὸν ἀγαπήσαντας.
Ἔδωκεν, ἐσκόρπισε τὸν πλοῦτον ἅπαντα, χαίρουσα, τοῖς πτωχοῖς καὶ τοῖς πένησι· Θεῷ γὰρ ἐδάνειζε δωρεὰν διδοῦσα· ὅθεν καὶ πλουσίως τῇ Φιλοθέῃ ὁ Σωτὴρ τὴν θείαν χάριν ἀνταποδέδωκε· χορῷ γὰρ συγκατέλεξε τῷ τῶν Ἁγίων τὴν πάντιμον, ἐκτενῶς ἱκετεύουσαν, ὅπως εὕρωμεν ἔλεος. 
Κόσμον καὶ εὐπρέπειαν τὴν ἀρετὴν ἐνεδύσατο Φιλοθέη ἡ ἔνδοξος τὴν πίστιν τηρήσασα μετὰ σωφροσύνης, ἐν ἁγιασμῷ τε καὶ δι' ἀγάπης ἀληθοῦς λαμπρῶς τὸν δρόμον αὐτῆς τετέλεκε· διὸ καὶ τὴν οὐράνιον ἐνδεδυμένη λαμπρότητα, ἐντυγχάνει πρὸς Κύριον θείας δόξης τυχεῖν ἡμᾶς. 

Δόξα. Ἦχος πλ. α'.  
Πάντα τὰ σὰ καὶ σεαυτὴν τῷ Θεῷ καθιέρωσας, νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ σῶμα· τῆς φωνῆς γὰρ τοῦ Εὐαγγελίου ἀκούσασα, χρυσὸν καὶ τιμὴν καὶ τὰ πάντα κατέλιπες ὀρφανῶν δὲ καὶ χηρῶν καὶ πτωχῶν μήτηρ γέγονας· διὸ καὶ ὁ Παράκλητος ἐλθὼν ἐν τῇ ψυχῇ σου κατῴκησε καὶ γέγονας πάσης ἀρετῆς εὐωδιάζον δοχεῖον. Ἀλλὰ, μῆτερ Φιλοθέη, παναοίδιμε, Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, τὸ σὸν Ἄστυ φυλάσσειν καὶ σῴζειν τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.  
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα (λα'. 10-20) 
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ᾔρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ'. 1-9)  
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ  διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε'. 16-στ΄. 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

Εἰς τὴν Λιτὴν, Στιχηρὰ ἰδιόμελα. Ἦχος α'.  
Δεῦτε σήμερον, πιστοί, τὴν ἁγίαν Φιλοθέην τιμήσωμεν καὶ τελοῦντες ἑορτὴν πρὸς αὐτὴν ἐν πίστει ἐκβοήσωμεν ταῖς πρεσβείαις σου, μῆτερ, τὴν σὴν σκέπε πόλιν καὶ ταύτην διαφύλαττε διὰ παντὸς εἰρηνεύουσαν.
Ὁ αὐτός.   
Δεῦτε σήμερον, πιστοί, τὴν ἁγίαν Φιλοθέην ὑμνήσωμεν· τὸν Σταυρὸν γὰρ ἐπ' ὤμων ἄρασα καὶ καλῶς ἀγωνισαμένη, ἀόκνως τάς ἐντολάς τοῦ Χριστοῦ ἐτέλεσε· νῦν δὲ τὰ ἐν κόσμῳ καταλιποῦσα, οὐ διαλείπει μετὰ πάντων τῶν Ἁγίων ὑπὲρ ἡμῶν πρὸς Κύριον πρεσβεύουσα.

Ἦχος β'.   
Τὸν πλοῦτον τὸν ἐπίγειον ἐν ταῖς χερσὶ τῶν πτωχῶν παραθεμένη, ἀντί τούτου ἐκτήσω πλοῦτον οὐράνιον· δόξης δὲ καὶ ἡδονῶν καταφρονήσασα καὶ ἀσκητικῶς διελθοῦσα, μαρτυρικῶς τὸ ζῆν μετήλλαξας δι' ἀγάπην τοῦ Σωτῆρος Χριστοῦ, Φιλοθέη πανέντιμε· αὐτῷ οὖν πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.  
Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐν τῇ καρδίᾳ σου σκηνώσασα, ὀσιομάρτυς Φιλοθέη, ἄνθος εὐῶδες καὶ φῶς ἱλαρὸν ἐν τῷ βαρεῖ τῆς δουλείας χειμῶνι ἐν Ἀθήναις ταῖς κλειναῖς σε ἀνέδειξεν· ὅθεν καὶ νῦν τῷ Χριστῷ Θεῷ μὴ παύῃ πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον.   
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον Στιχηρὰ προσόμοια. 
Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν. 
Χαίροις τῶν Ἀθηνῶν ἡ Δορκάς! ὡς γὰρ ἐκείνη ἐν Ἰόππῃ, μαθήτρια πιστὴ τοΰ Χριστοῦ ἐγένου καὶ ὀρφανῶν καὶ χηρῶν μήτηρ καὶ προστάτις ἀναδέδειξαι· τὴν δόξαν ἐμίσησας καὶ τὸν πλοῦτον διέθηκας καὶ παρθενῶνα ὁσιότητος ἔδειμας, πλήρης ἔργων τε ἀγαθῶν ὤφθης, πάντιμε. Ὅθεν σου τὴν πανήγυριν τελοῦντες, τὴν λάρνακα τῶν σῶν λειψάνων κυκλοῦμεν καὶ σωτηρίας αἰτούμεθα τυχεῖν, Φιλοθέη, σαῖς πρεσβείαις πρὸς τὸν σῴζειν ἡμᾶς δυνάμενον.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις, τῶν Ἀθηνῶν ἡ λαμπάς! ἡ ἐν τῷ βίῳ καιομένη καὶ φαίνουσα, ἡ πίστιν δι' εὐποιΐας καὶ διὰ βίου ἁγνοῦ τάς πρὸς σὲ φοιτώσας ἐκδιδάσκουσα· τροφὸς τούτων γέγονας καὶ προστάτις καὶ στήριγμα, διωκομένων ἀσφαλὲς καταφύγιον, νεανίδων τε αἰχμαλώτων ἀνάρρυσις. Ὥσπερ φωστὴρ διέλαμψας καὶ νύκτα ἐφώτισας τὴν ζοφερὰν τῆς δουλείας, ὦ Φιλοθέη, τοῦ Γένους σου· διό σε τιμῶμεν καὶ αἰτούμεθα πρεσβεύειν σε πρὸς τὸν Κύριον. 
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. 
Χαίροις, τῶν Ἀθηναίων ἡ γῆ! ὅτι τοῖς αἵμασι Μαρτύρων ἡγίασαι τὸ πάλαι μὲν Λεωνίδου, τῆς Φιλοθέης δὲ νῦν, τῆς ὁσίας ἅμα τε καὶ μάρτυρος. Αὐτῆς τὸ μαρτύριον καὶ τόν ἔνδοξον θάνατον καὶ τήν τοῦ βίου ἀρετὴν καὶ σεμνότητα ἐορτάζοντες, πρὸς αὐτὴν οὕτω λέγομεν· Μάρτυς Ὁσία, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε καὶ δεομένων ἐν πίστει τῆς προστασίας σου, πάντιμε· πολὺ γὰρ ἰσχύει ἡ πρεσβεία τῶν Ἁγίων πρὸς τὸν Φιλάνθρωπον. 

Δόξα. Ἦχος πλ. δ'.   
Τὸν ἐνανθρωπήσαντα Θεὸν ἡμῶν, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας, τοῦτον ἐμιμήσω, Φιλοθέη φιλόθεε. Ἀείρους καὶ πολυχεύμων πηγὴ συμπαθείας ὤφθης καὶ ἀγάπης, σεαυτὴν δὲ κατακοσμήσασα τῇ καλλονῇ τῶν ἀρετῶν καὶ εὐπρεπείᾳ, ἱερεῖον προσηνέχθης τῷ ὑπὲρ τοῦ κόσμου παντὸς προσενεγκόντι ἑαυτὸν· αὐτὸν ἱκέτευε, Ὁσιομάρτυς, ὑπὲρ τῆς σωτηρίας ἡμῶν.  

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου, Πανάμωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τὸν συνάναρχον λόγον   
Ἀθηναίων ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.
Θεοτοκίον.   
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.
* * * 

ΕΝ Τῼ ΟΡΘΡῼ
 Μετὰ τὸν Ἑξάψαλμον, τὸ Ἀπολυτίκιον ὡς ἐν τῷ Ἐσπερινῷ. 
Μετὰ τὴν α' στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.  
Ἡ χάρις τοῦ Χριστοῦ, ἡ σωτήριος πᾶσιν ἐποίησε μονὴν παρὰ σοί, Φιλοθέη, καὶ γέγονας παράδεισος ἀρετῆς καὶ σεμνότητος· βίον ἅγιον εὐεργετοῦσα διῆλθες καὶ τὸν στέφανον τοῦ μαρτυρίου ἐδέξω· διό σε γεραίρομεν.
Θεοτοκίον. Ὅμοιον.   
Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β' στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε. 
Τῷ πνεύματι ζέουσα, Ὁσιομάρτυς Χριστοῦ, Κυρίῳ δουλεύουσα καὶ προσευχῇ ἐκτενεῖ ἐν κόσμῳ ἐβίωσας· ἔχαιρες τῇ ἐλπίδι, ὑπομένουσα θλίψεις, χρείαις δὲ τῶν ἁγίων ἐν σπουδῇ ἐκοινώνεις· διό περ καὶ νῦν τιμῶμεν πάντες τὴν μνήμην σου. 

Θεοτοκίον. Ὅμοιον.  
Ταχὺ δέξαι, Δέσποινα, τάς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Ὑιῷ καὶ Θεῶ, Κυρία Πανάχραντε· λῦσον τάς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τάς ἐνέδρας καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων κατὰ τῶν δούλων σου.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.  
Τοῦ μαρτυρίου τῷ στεφάνῳ κοσμουμένη καὶ ἐν τῷ αἵματί σου, μῆτερ, λελουμένη, τὸν Σωτῆρα ἱκέτευε, τὸν ὑπὲρ τοῦ κόσμου ἀκάνθαις στεφανωθέντα καὶ τὴν πλευρὰν νυγέντα καὶ θείῳ αἵματι τὴν ἀρὰν τῆς Εὔας ἀποπλύναντα καὶ τὴν ὁδὸν πρὸς οὐρανὸν καὶ αὖθις τὸν παράδεισον τοῖς ἀνθρώποις ἀνοίξαντα
Θεοτοκίον. Ὅμοιον.  
Θεοχαρίτωτε, ἁγνή, εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν δυσώπει ἀκαταπαύστως, δοῦναι ἡμῖν πρὸ τοῦ τέλους διόρθωσιν καὶ ἱλασμὸν ἁμαρτιῶν καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεον.

Οἱ Ἀναβαθμοὶ· τὸ α' Ἀντίφωνον τοῦ δ' ἤχου.
 Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. 
Στίχ. Μακάριος ἀνήρ, οὗ ἐστι το ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ. 
Πᾶσα πνοὴ καὶ τὸ Εὐαγγέλιον. (Ματθ. στ' 19-21)   
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Ὁ Ν' ψαλμός. Δόξα. Ταῖς τῆς ἀθληφόρου... 
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 
Ἰδιόμελον. Ἦχος β'. 
Τὸν Σταυρὸν τοῦ Χριστοῦ ἒπ᾿ ὤμων ἄρασα καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσασα, ἀπηρνήσω, Φιλοθέη, σεαυτὴν καὶ τὰ πάντα σκύβαλα ἡγήσω, ὡς οὐδὲν εὑροῦσα τῆς ψυχῆς σου ἀντάλλαγμα· ἀπώλεσας τὴν ζωήν, ἵνα σώσῃς τὴν ψυχήν, ἐστέρησαι φωτὸς τοῦ αἰσθητοῦ καὶ τὸν ἥλιον τῆς δόξῃς ὁρᾷς· αὐτὸν ἱκέτευε, Μῆτερ, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες. Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ'. καὶ ὁ τῆς Ὀσιομάρτυρος εἰς η'. Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς· 
Χαίροις χαρᾶς σκήνωμα τῆς λύπης λύσις. Ἰωάν(νης) . 
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὁ Εἱρμός. Ἁρματηλάτην Φαραώ.  

Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας πηγή· χαῖρε, ζωῆς Μήτηρ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις· χαῖρε, λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον· χαῖρε, Θεοτόκε Πανύμνητε.
 Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε, πανάμωμε· δαυϊτικόν, χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε, Παρθένε, ὄντως τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ ἡ ἀσυγκρίτως ὑπερέχουσα. 
Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε, Θεόνυμφε· χαῖρε, ἀνωτέρα κτιστῆς πάσης φύσεως· χαῖρε, Θεοῦ παλάτιον· χαῖρε, πύρινε θρόνε· χαῖρε, λυχνία πολύφωτε· χαῖρε, μυριώνυμε Δέσποινα. 
Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα, χαῖρε, ἀμόλυντε· χαῖρε, βλαστῷ ῥάβδου τῆς ἀαρωνίτιδος διαγραφεῖσα πρότερον μυστικῶς καὶ βαθέως· ὡς γὰρ ἐκείνη ἐβλάστησεν, οὕτω τὸν Χριστὸν σὺ ἐγέννησας. 
Ἕτερος Κανὼν τῆς Ὁσιομάρτυρος, οὗ ἡ ἀκροστιχὶς· 
Μέλος σοι τερπνόν, ὦ Θεοῦ φίλη, ᾄδω. Ἰσαάκ. 
ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς ἃς ἐπόθησας τὰς οὐρανίους, θεόλεκτε, νῦν εὗρες καὶ ἔλαβες τῶν σῶν ἀγώνων μισθόν, οὓς ἠγώνισαι ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι ταῖς πρὸς τὸν Κύριον. 
Ἐλέους σὺ ἄφθονος πηγή, Ὁσία, τεθέασαι, πτωχοὺς καταρδεύουσα πλουσιωτάταις ῥοαῖς· ὅθεν στέφανον σῇ κορυφῇ ἐδέξω, ἀνθ᾿ ὧνπερ ἐπόνησας, μῆτερ, ἐν βίῳ σου. 
Λαλεῖν σοι οὐ δύναμαι τῶν ἀρετῶν τὴν εὐπρέπειαν καὶ ὕψος τὸ ἔνθεον, ᾦ ὡραΐσθης, σεμνή, καὶ ἀνύψωσας πρὸς τὰς ἐπουρανίους σκηνὰς καὶ δεδόξασαι παρὰ τοῦ Κτίσαντος.   

Θεοτοκίον. 
Τὴν πόλιν σου φύλαττε διὰ παντὸς εἰρηνεύουσαν, Μαρία Θεόνυμφε, ἣν ἡ Ὁσία ἡμῶν κατεκόσμησε, τοῖς πόνοις, τοῦ δοξάζειν τὸν ἄσπορον Τόκον σου καὶ σὲ, Πανάχραντε.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου. 
ᾨδὴ γ'. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.  
Ἰσχυρότατον ὅπλον, χαῖρε, πιστῶν, Δέσποινα· χαῖρε, κραταιὰ προστασία χαῖρε, ἀντίληψις ἁμαρτωλῶν κραταιά· χαῖρε τὸ ἄρρηκτον τεῖχος, ἐν ᾧ καταφεύγοντες πάντες σῳζόμεθα. 
Σωτηρίας ἀνθρώπων, χαῖρε, στερρὸν ἔρεισμα· χαῖρε, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι' ἧς ἀπέλαβον νῦν τὴν παλαιὰν εὐκληρίαν· χαῖρε, ἡ ἀνοίξασα πάλιν Παράδεισον. 
Χαῖρε, ἄφλεκτε βάτε· χαῖρε, φωτὸς ὄχημα· χαῖρε, τοῦ ἡλίου νεφέλη· χαῖρε, περίδοξε, ὅλη λαμπρὰ καὶ χρυσῆ, τοῦ Βασιλέως καθέδρα· χαῖρε, πόλις ἔμψυχε τοῦ Παντοκράτορος. 
Ἀπειρόγαμε Μῆτερ, χαῖρε, ἁγνὴ Δέσποινα· χαῖρε, ἡ ἀνήρωτος χώρα καὶ ἀγεώργητος, ἡ δεξαμένη ἐν σοὶ τὸν γεωργὸν τῶν ἁπάντων χαῖρε, γῆ ἀλήθειαν ἡ ἀνατείλασα.

Ἄλλος. Τοὺς σοὺς ὑμνολόγους. 
Σὺ τὸν πλοῦτον ἔνειμας, Ὁσία, τὸν σὸν δεομένοις, τὸν ῥευστὸν καὶ γὰρ ἐν τούτῳ, πάνσεπτε, καυχᾶσθαι οὐ προῄρησαι, ἀλλ' ἀντὶ τούτου δέδεξαι σῇ κορυφῇ δόξης στέφανον. 
Σαῖς προσευχαῖς πρὸς τὸν Δεσπότην τὴν πόλιν περίσῳζε τὴν σὴν, γεραίρουσάν σε, πάνσεμνε, ὡς θεῖον ἐνδιαίτημα ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, ὥς τε Ὁσίαν καὶ Μάρτυρα. 
Ὁδὸν τὴν ἀπάγουσαν εἰς ἄνω εὑροῦσα, διώδευσας σεμνῶς· ὅθεν καὶ πρὸς οὐράνιον ἐλήλυθας πολίτευμα καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία, συγκατηρίθμησαι. 

Θεοτοκίον. 
Ἰάσεις παρέχουσα παντοίας τοῖς πόθῳ τιμῶσι σου, Ἁγνή, τὸν Τόκον, τὸν ἐκ Πνεύματος Ἁγίου συλληφθέντα σοι, παράσχου καὶ τοῖς δούλοις σου ἡμῖν πταισμάτων τὴν ἄφεσιν.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους. 
Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.   
Καταλιποῦσα τὰ τῆς γῆς, ὦ Φιλοθέη, μετέστης ἄνω πρὸς μονὰς τὰς οὐρανίους καὶ πρεσβεύεις σὺν πᾶσι τοῖς ἐπουρανίοις, ὁσίοις ἅμα δικαίοις καὶ τοῖς λοιποῖς, σὺν πᾶσί τε τοῖς Ἀγγέλοις καὶ Λειτουργοῖς καὶ κραυγάζεις τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, Θεέ, πατὴρ ὁ ἐπουράνιος, σῷζε πάντας οὓς ἔπλασας.
Θεοτοκίον. Ὅμοιον.  
Θεοχαρίτωτε, Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος. 
ᾨδὴ δ'. Ὁ Εἱρμός. Σύ μου ἰσχύς, Κύριε. 
Ἀνατολὴ τοῦ πατρικοῦ ἀπαυγάσματος καὶ ἡλίου τοῦ ἐξανατείλαντος πρὸ ἑωσφόρου ἐκ τοῦ Πατρός, χαῖρε, Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε· Παρθένε θεομῆτορ, χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη Πανάμωμε, 
Σὺ τὸ χρυσοῦν θυμιατήριον, Δέσποινα, τοῦ ἀστέκτου καὶ ἀΰλου ἄνθρακος, ἐν ᾧ ἐκαύθη διαρραγὲν τῆς ἀδαμιαίας παρακοῆς τὸ χειρόγραφον· διό σοι, χαῖρε, κράζω, δι᾿ ἧς πᾶσιν ἐδόθη ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις. 
Σὺ τῶν βροτῶν δόξα καὶ κλέος καὶ καύχημα καὶ Ἀγγέλων στέφος καὶ διάδημα· διό περ γῆ τε καὶ οὐρανός, μίαν Ἐκκλησίαν συστησάμενοι παναρμόνιον, τὸ χαῖρε, σοὶ βοῶμεν· χαῖρε, Δέσποινα κόσμου· χαῖρε, πάντων ἀνθρώπων βοήθεια. 
Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε, κυκλουμένη δυνατοῖς ἑξήκοντα, χαῖρε, Παρθένε·ἡ κιβωτὸς ἡ κεχρυσωμένη τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία, χαῖρε· χαῖρε, βάτε πυρφόρε· χαῖρε, πύλη καὶ κλῖμαξ καὶ γέφυρα.  
Ἄλλος. Ὁ καθήμενος ἐν δόξῃ
Τὴν Ὁσίαν Φιλοθέην φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων ταύτην εὐσεβῶς μεγαλύνοντες· αὕτη γὰρ ὤφθη δοχεῖον θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησι. 
Ἐν χορείαις τῶν Ἁγίων τεταγμένη, πανέντιμε, τοὺς τὴν σὴν τελοῦντας μνήμην ἀσινεῖς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις, ὦ μῆτερ, ταῖς πρὸς Κύριον, ᾧ βοᾷς ἀεί· δόξα, Χριστέ, τῇ δυνάμει σου. 
Ῥωμαλέᾳ διανοίᾳ καὶ γενναίῳ φρονήματι τάς Κυρίου, μῆτερ, πάσας ἐντολὰς ἐκτετέλεκας καὶ μαρτυρίου, Ὁσία, κατηξίωσαι καὶ τὸν στέφανον παρὰ Κυρίου ἀπείληφας.

Θεοτοκίον.  
Παναγία Θεοτόκε, τοὺς εἰς σὲ καταφεύγοντας ἐκ κινδύνων ῥῦσαι πάντας καὶ σκανδάλων τοῦ ὄφεως τῆς Φιλοθέης πρεσβείαις τῆς θεόφρονος, ἧς τὴν ἄθλησιν καὶ τοὺς ἀγῶνας γεραίρομεν.

Καταβασία. Τὴν ἀνεξιχνίαστον. 
ε'. Ὁ Εἱρμός. Ἵνα τί με ἀπώσω.  
Νοερὰν σατραπείαν καὶ τυραννικὴν ἐναέριον φάλαγγα παρελθεῖν ἀλύπως ἐν καιρῷ τῆς ἐξόδου μου πάρασχε, ἵνα σοι τὸ χαῖρε χαρμονικῶς, Δέσποινα, κράζω· χαῖρε, πάντων ἐλπὶς ἀκαταίσχυντε.
Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε, ὑπεράμωμε· χαῖρε, ὑπέραγνε χαῖρε, τῆς ἁγνείας πορφυρόχροον ἄνθος ἡδύπνοον χαῖρε, παρθενίας κοκκοβαφὲς ἐρυθρὸν ῥόδον καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον. 
Μυστικὴ μυροθήκη χαῖρε, τὸ ἡδύπνοον μύρον ἡ βρύουσα· χαῖρε, κρήνη θεία, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα· χαῖρε, ἡ τὸν βότρυν τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος, Δέσποινα. 
Ἀδιόδευτε πύλη, χαῖρε, ἣν διώδευσε Χριστὸς ὁ Κύριος·παραδείσου πύλας ἡ ἀνοίξασα, χαῖρε, τῷ Τόκῳ σου· χαῖρε, δι᾿ ἧς χαίρει ἡ φύσις σύμπασα καὶ ψάλλει, λυτρωθεῖσα καὶ αὕτη τῷ Τόκῳ σου. 

Ἄλλος. Ἐξέστη τὰ σύμπαντα.   
Μονὴν τὴν φερέσβιον εὑροῦσα, κατετρύφησας πᾶσαν θειοτέραν θεωρίαν, δ΄ ἧς ἀνήχθης εἰς θείαν ὄντως ζωὴν καὶ γέγονας πᾶσι τοῖς πρὸς σέ, μῆτερ, καταφεύγουσι προστασία καὶ στήριγμα. 
Ὁ βίος σου ἔνθεος, αἱ ἀρεταὶ θαυμάσιαι καὶ τὰ κατορθώματα γενναῖα· ὅθεν καὶ δόξης πλείστης κατηξίωσαι τῆς ἄνωθεν, μῆτερ, ἐκ Θεοῦ, ἥν περ καθικέτευε ὑπὲρ τῶν ἀνυμνούντων σε. 
Νοῦς ἅπας ἀνθρώπινος θαυμάζει λογιζόμενος τοὺς κινδύνους, μῆτερ, καὶ τάς θλίψεις, ἅς ἐξ οἰκείων ὑπέμεινας καὶ ἐχθρῶν ἀκλόνητον σχοῦσα λογισμόν, πίστει τῇ πρὸς Κύριον, οὗ τὸν λόγον τετήρηκας.

Θεοτοκίον. 
Πανάχραντε Δέσποινα, τὸν Κύριον ἡ τέξασα, σῷζε τοὺς εἰς σὲ τεθαρρηκότας καὶ τῆς μελλούσης ἅπαντας κολάσεως ἀπάλλαξον, Μῆτερ τοῦ Θεοῡ, παρρησίαν ἔχουσα μητρικὴν πρὸς τὸν Κύριον 

Καταβασία. Ἐξέστη τὰ σύμπαντα. 
ᾨδὴ στ'. Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ἡ ἔμψυχος κόλχος, χαῖρε, Δέσποινα, ἡ κογχύλη σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ· ἐρυθράν ἀλουργίδα τῷ τοῦ παντὸς Βασιλεῖ πορφυρώσασα· τὴν γύμνωσιν τήν τοῦ Ἀδὰμ ἡ καλύψασα, χαῖρε, Πανύμνητε. 
Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων φυσικῶς ὁ αἰσθητὸς οὗτος ἄρτος, χριστιανῶν δὲ καρδίας στηρίζει τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα· ἐντεῦθεν καὶ χαρμονικῶς πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι. 
Λυχνία, χαῖρε, ἡ χρυσαυγίζουσα· κιβωτὸς ἡ θεοχώρητος, χαῖρε· χαῖρε, σκηνή·χαῖρε· ἅγιον ὄρος· χαῖρε, τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε· παλάτιον, χαῖρε, Θεοῦ· χαῖρε, τέμενος θεῖον, πολύφωτον. 
Ὑπέραγνε, ὑπεράμωμε, χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος· χαῖρε, κοινὴ τοῦ ἀνθρωπίνου γένους  φιλοτιμία καὶ χάρις θεόσδοτος τὴν φύσιν,  χαῖρε, τῶν βροτῶν ἡ τιμήσασα, Κόρη, τῷ Τόκῳ σου. 

Ἄλλος. Τὴν θείαν ταύτην καὶ πάντιμον.  
Θεοῦ ὡς Παῦλος ὑπάρξασα γεώργιον, Ὁσία, ἀπέδωκας ἑκατοστεύοντα Χριστῷ τῳ σὲ γεωργήσαντι τῶν ἀρετῶν τὸν πόνον καὶ τῶν ἀγώνων σου. 
Ἐκπλήττει πᾶσαν διάνοιαν βροτῶν τὰ παρὰ σοῦ νῦν τελούμενα· ψυχὰς ἀνθέλκεις γάρ, ἐζοφωμένας τοῖς πταίσμασι, πρὸς θεῖον φῶς, 
Ὁσία, διὰ τοῦ βίου σου. Ὁσία, ὧδε ἐδίδαξας ἣν εὕρηκας ζωὴν τὴν οὐράνιον, ἧς, καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τὴν ἱεράν σου μνήμην τοὺς ἑορτάζοντας.  

Θεοτοκίον
Ὑμνοῦμεν, ἄχραντε Δέσποινα, τὸν Τόκον σου, ἀσπόρως ἐκλάμψαντα ἐκ σοῦ, Θεόνυμφε καὶ σέ, Παρθένε, γεραίρομεν ᾠδαῖς ἀκαταπαύστοις τὴν μόνην ἄχραντον

Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον. 
Φιλοθέην σήμερον πανευφροσύνως τιμῶμεν καὶ αὐτῆς τὸ λείψανον πανευλαβῶς προσκυνοῦμεν· αὕτη γὰρ εὐεργετοῦσα ἐν γῇ διῆλθε, τέλος δὲ μαρτυρικὸν ἡ Ὁσία ἔσχε καὶ ἠξίωται πρεσβεύειν δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον. 
Ὁ Οἶκος 
Πᾶσα γλῶσσα κινείσθω, πρὸς εὐφημίαν τῆς πανευφήμου Φιλοθέης, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν Ὀσιομάρτυρα ἐν ὕμνοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, διὰ πόνων ἀσκητικῶν καὶ μαρτυρίου τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ διαδήματι κεκοσμημένη, αἰτεῖται παρὰ Χριστοῦ δοθῆναι πᾶσι ζωὴν τὴν αἰώνιον. 

Συναξάριον.    
Μηνὶ Φεβρουαρίῳ ΙΘ', μνήμην ἐπιτελοῦμεν τῆς Ὁσίας καὶ Μάρτυρος μητρὸς ἡμῶν Φιλοθέης τῆς Ἀθηναίας.
Στίχ. Ἡ Φιλοθέη τῶν τῇδε μεταστᾶσα, 
χαίρουσ᾿ ἀνῆλθε πρὸς μονὰς οὐρανίους. 
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας.

Στίχ. Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον,
 κατηκολούθει τῷ πόθῳ τούτου λίθοις. 
Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης, 
χλωροῖς λύγοις τύπτουσιν ἠκανθωμένοις. 
Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν, 
εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας. 
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου καὶ Ἀσκληπιοδότης.  

Στίχ. Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη,
 ἀνδρίζεταί σοι καὶ τομῆς Τριὰς μέχρι. 
Ἔστεφε Χριστὸς τὴν Ἀσκληπιοδότην, 
ὡς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος. 
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ

Στίχ. Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων, 
ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθένδε. 
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν Εὐγενίου καὶ Μακαρίου.

Στίχ. Ὡς εὐγενεῖς ὄρπηκες, ἐν γῇ μακάρων 
οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ.
 Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κόνωνος.

Στίχ. Πάθη τοῦ σώματος ἀσκήσει νεκρώσας
 ἐν γήρει πίονι κεκοίμηται Κόνων.  
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλεησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Θεοῦ συγκατάβασιν.  
   
Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε, ὦ Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος τε καὶ ἀπειρόγαμος· τὸ ξένον, χαῖρε, καὶ φρικτὸν μυστήριον· χαῖρε, Ἀγγέλων τρυφὴ· χαῖρε, ἀνθρώπων χαρά. 
Σιὼν πόλις ἔμψυχε τοῦ Βασιλέως τῶν βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα, χαῖρε, ἡ Θεόνυμφος. χαῖρε ἡ κλῖμαξ, δι' ἧς μεταβαίνομεν πρὸς οὐρανὸν ἀπὸ γῆς καὶ ἐκ φθορᾶς εἰς ζωήν.
 Λειμὼν θεοφύλακτος, εὐώδης κῆπός τε θεοβλαστούργητος ἀνεδείχθης, Παρθένε, ἀθανασίας τὸ ἄνθος ἀνθήσασα· διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν· χαῖρε, ἐλέους πηγή· χαῖρε, χαρᾶς χορηγέ. 
Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με ἐκλυτρωσαι, ἵνα σοι χαρμοσύνως τὸ χαῖρε ᾄδω· χαῖρε, ἁγνείας πηγὴ· χαῖρε, ταμεῖον πάσης καθαρότητος· χαῖρε, δοχεῖον Θεοῦ· χαῖρε, χωρίον Χριστοῦ.

Ἄλλος. Ὁ διασώσας ἐν πυρί.  
Φαεινοτάταις ἀστραπαῖς τῆς ὑπερουσίου Τριάδος καταλαμπρύνασα τὸν νοῦν, σὺν Ἀγγέλοις βοᾷς ᾧ παρίστασαι· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. 
Ἱερωτάτοις Λειτουργοῖς, τοῖς παρισταμένοις τῷ θρόνῳ τῆς τρισηλίου ἀστραπῆς τοῦ Θεοῦ, συγχορεύεις κραυγάζουσα· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. 
Λιμένα εὔδιον ψυχῶν, μῆτερ, δειμαμένη, τοὺς ζάλῃ καὶ τρικυμίαις τῶν παθῶν ναυαγοῦντας γαλήνης ἠξίωσας, οἳ σωθέντες κραυγάζουσι· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.  

Θεοτοκίον.
Ἡ τὸν προάναρχον Υἱόν, Μῆτερ, τοῦ Πατρὸς δεξαμένη ἐν τῇ γαστρὶ σου μητρικῶς, Φιλοθέης τὴν πόλιν, δυσώπησον τοῦτον, σῴζειν, κραυγάζουσαν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Καταβασία. Οὐκ ἐλάτρευσαν. 
ᾨδὴ η'. Ὁ Εἱρμός. Εὐλογεῖτε παῖδες.   
Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε, ῥάβδος βλαστήσασα· ἡ ἀποτίστως, χαῖρε, ἀνθηφοροῦσα ἄνθος τὸν Χριστὸν ὡραῖον· χαῖρε, πῖον ὄρος τε καὶ κατάσκιον χαῖρε, θεῖος οἶκος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος πάντων εὐδόκησε πρὸ τῶν αἰώνων. 
Σιδηρᾷ σου ῥάβδῳ κραταιᾶς ἀντιλήψεως, ὥς τε λυσσῶντας κύνας καὶ ὑλακτοῦντας, τὰ περικυκλοῦντα πάθη ἀποσόβει, τὰ δεινῶς πολεμοῦντα με, ἵνα σοι τὸ χαῖρε, τυχών σου τῆς προστασίας καὶ ἀντιλήψεως, Παρθένε, κράζω. 
Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν ὑπὲρ υἱοὺς ἀνθρώπων Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία· διό σοι τὸ χαῖρε ψάλλομεν, λέγοντες·χαῖρε, Θεοτόκε, Ἁγνή, Κεχαριτωμένη· χαῖρε, τῆς κτίσεως ἐνδοξότερα. 
Δανιήλ σε εἶδεν ὄρος πρὶν ἀλατόμητον, Θεογεννῆτορ, αἴφνης ἐξ οὗ  ἐτμήθη ἀκρογωνιαῖος λίθος. ὁ Σωτὴρ τοῦ κόσμου, Χριστὸς ὁ Κύριος· ὅθεν σε ὑμνοῦμεν, Μῆτερ, εὐλογημένη, πάσης τῆς κτίσεως ἐνδοξοτέρα.
Ἄλλος. Παῖδας εὐαγεῖς. 
Ἀνῆλθες πρὸς γνῶσιν θεωρίας καὶ πάντα σαφῶς μεμύησαι τοῦ Πνεύματος ἄδυτα μυστήρια, πάντα δὲ κατήγγειλας τοῖς προσφοιτῶσι, πάνσεπτέ σοι καὶ κραυγάζουσι· τὸν Κύριον ὑμνεῖτε, τά ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας, 
Δόξης κατεφρόνησας τῆς κάτω καὶ πᾶσάν σου τὴν διάνοιαν ἐπτέρωσας ἔρωτι τοῦ Πνεύματος· ὅθεν καὶ ἀνύψωσας πρὸς θεῖον ὕψος ἄρρητον, ᾧ χαίρεις ψάλλουσα· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 
Ὤφθης ὀρφανῶν τροφὸς καὶ μήτηρ καὶ πάντων ἀδικουμένων ἡ ἀντίληψις, τῶν ἐν νόσοις ἴασις, αἰχμαλώτων λύτρωσις καὶ τοῖς ἐν λύπαις, πάνσεμνε, χαρά, τοῖς ψάλλουσι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.  

Θεοτοκίον. 
Ἴασαι, Ἁγνή, τάς ἀσθενείας τῶν πίστει καὶ εὐλαβείᾳ προστρεχόντων σοι καὶ ὁμολογούντων σε Θεοτόκον, Ἄχραντε, ὡς τὸν Θεὸν γεννήσασαν, ᾧ πάντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία. Παῖδας εὐαγεῖς. 
ᾨδὴ θ'. Ὁ Εἱρμός. Ἐφριξε πᾶσα ἀκοή. 
Ἴδε νῦν πᾶσαι γενεαὶ μακαρίζουσι τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ, ἐν Πνεύματι· καί, ὡς τεκούσῃ τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι· χαῖρε, ζωῆς πύλη· χαῖρε, κρήνη, ψυχικὸν μέλι βρύουσα. 
Ὤρθωσας, Δέσποινα ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα καὶ τῆς προμήτορος Εὔας τὴν λύπην μετέτρεψας·ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε βοῶμέν σοι· χαῖρε, Μαρία εὐλογημένη, τῶν πιστῶν ἀγαλλίαμα. 
Ἄξιον χαῖρέ σοι βοᾷν· ἐν σοὶ γὰρ σωματικῶς ἡ ἀΐδιος χαρὰ ἐσκήνωσεν, ὦ Θεοτόκε πανάχραντε· χαῖρε, παράδεισε τρυφῆς, πηγὴ τῆς ζωῆς ἡμῶν χαῖρε, ἡ τέξασα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ σύμπαντος. 
Νύττει μου βέλει γλυκερῷ τὴν καρδίαν ὁ σὸς πόθος, Πανύμνητε καὶ ἐκβιάζει με ἀεὶ τὸ χαῖρε προσᾴδειν σοι· χαῖρε, γαλήνης ὁ λιμήν· ἐν σοὶ γὰρ εὑρίσκομεν, ἐν τῷ τοῦ βίου δεινῷ πελάγει, οἱ πιστοὶ καταφύγιον. 
Ἄλλος. Ἅπας γηγενής.   
Σοῦ πρὸς ὑπαντὴν Ἀγγέλων συστήματα, μῆτερ, κατήρχετο καὶ ὁ τῶν ὁσίων δὲ χορὸς σὺν τούτοις θείοις ἐν ᾄσμασιν ἐπηκολούθει, πάνσεμνε, ἀναγομένης σου εἰς τὰ ἄνω πάντερπνα σκηνώματα, ὧν Χριστός σοι τάς πύλας ἀνέῳξεν. 
Ἄνθος χρυσαυγὲς ποικίλον, μυρίπνοον καὶ πολυτίμητον, τοῖς ἐν ταῖς Ἀθήναις νῦν ταῖς χρυσιζούσαις, μῆτερ, ἐξήνθησας καὶ πᾶσαν εὐωδίασας καὶ κατελάμπρυνας τὴν πατρίδα καὶ τοὺς σοὺς γεννήτορας· τῶν χαρίτων τῶν σῶν τῇ τερπνότητι. 
Ἄνω σε Χριστὸς καλέσας, εἰς ἄληκτον ζωὴν μετήνεγκε, ὃν καθικετεύουσα μὴ παύσῃ, μῆτερ, ὑπὲρ τῶν πίστει σου τὴν μακαρίαν ἄθλησιν ὑμνούντων, πάντιμε, καὶ βοώντων χαίροις, ἀξιΰμνητε Φιλοθέη, ἡ ὄντως φιλόθεος.  
Θεοτοκίον
Κύριον, Ἁγνὴ Παρθένε, ὅν ἔτεκες τοῦτον δυσώπησον σκέπειν καὶ τηρεῖν ἀεὶ τὴν νεολαίαν, ἣν ἡ φιλόθεος τὸν σὸν ὑμνεῖν συνήγαγε Τόκον, Πανάμωμε, ἐκ παντοίων πολεμίων ἄτρωτον καὶ ἐν ἔργοις καλοῖς ἀριστεύουσαν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.  
Ἡ Ἐκκλησία σήμερον τῶν Ἀθηνῶν ἀγάλλεται, τῆς Φιλοθέης τὴν μνήμην ἐν εὐλαβείᾳ τιμῶσα· ὁσίως γὰρ βιώσασα, μαρτύριον ἐδέξατο καὶ νῦν, Ἁγίων σύσκηνος, ἀκαταπαύστως πρεσβεύει ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Θεοτοκίον.   
Μαρία, καθαρώτατον χρυσοῦν θυμιατήριον, τῆς ἀχώρητου Τριάδος δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκίασαν σοι, Κόρη, ἀνέδειξε Θεοτόκον.  
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια 
Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς. 
Ἐν τοῖς ὑψίστοις, ὁσία Φιλοθέη, ἔνθα ὁ Σωτὴρ ἡμῶν σὲ ὑπεδέξατο, ὑπὲρ τοῦ Ἄστεως πρέσβευε, ἐν ᾧ τὸν βίον ἐν ὁσιότητι διετέλεσας· ἵλεων τὸν Κύριον ἡμῖν ἀπέργασαι, ἵνα εἰρήνην παρέχηται καὶ σωτηρίαν τὴν ἱερὰν οἷς τελοῦσι μνήμην σου· σὺ γὰρ προστάτις ἀναδέδειξαι τῶν τοῦ βίου πλεόντων τὴν θάλασσαν, Φιλοθέη, Ὁσίων καὶ Μαρτύρων ἐγκαλλωπισμα. 
Σήμερον χαίρουσιν αἱ κλειναὶ Ἀθῆναι, ὅτι εἰς προσκύνησιν τὰ θεῖα λείψανα τῆς Φιλοθέης προτίθεται καὶ μετὰ πόθου πᾶς ὁ λαὸς ταῦτα κατασπάζεται. Σήμερον ἑόρτια μέλπουσιν ᾄσματα σεμναὶ παρθένοι, γεραίρουσαι τὴν Φιλοθέην· αὕτη γὰρ ὄντως μεσῖτις γέγονε, μήτηρ, τροφὸς καὶ καταφύγιον, γυναικῶν, αἳ πρὸς ταύτην προστρέχουσαι προστασίαν ζητοῦσιν ἐν τῇ σκέπῃ τοῦ Θεοῦ ἡμῶν. 
Δεῦτε, παρθένοι, τὴν θείαν Φιλοθέην σήμερον ἐν ᾄσμασι κατακοσμήσατε καὶ πρὸς αὐτὴν ἐκβοήσατε μετ' εὐλαβείας· Ὁσιομάρτυς, χαῖρε, πανέντιμε· σὺ γὰρ τὸν ἐπίγειον πλοῦτον σκορπίσασα, περὶ σαυτὴν δὲ συνάξασα παρθένων πλήθη, ἀγάπης ὤφθης πηγὴ ἀκένωτος· ὅθεν στεφάνου σε ἠξίωσε μαρτυρίου Χριστὸς ὁ Θεὸς ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. 
Ὡς ἡ Δορκάς, Φιλοθέη, ἐν Ἰόππῃ γέγονας πιστὴ Χριστοῦ ὄντως μαθήτρια, ἔργων καλῶν ἐν τῷ βίῳ σου σὺ ὤφθης πλήρης καὶ ὡς πηγὴ περὶ σὲ ἐξέχεας πλούσιον τὸ ἔλεος καὶ τὴν συμπάθειαν καὶ τὴν οὐσίαν ἐσκόρπισας καὶ ἐν πενήτων χερσίν, Ὁσία, ταύτην διένειμας· ὅθεν ἀθλήσασαν ἐδέξατο ὁ Χριστός, ᾧ τὸν πλοῦτον ἐδάνεισας, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.  

Δόξα. Ἦχος πλ. α'.
Πανηγυρίζει σήμερον φαιδρῶς τῶν Ἀθηναίων ἡ πόλις τῆς ἁγίας Φιλοθέης τὴν μνήμην. Δεῦτε οὖν τῆς εὐσεβείας ἐρασταὶ τὴν Ὀσιομάρτυρα τιμήσωμεν, ἐν εὐλαβείᾳ ψάλλοντες· Χαίροις, ἡ τὴν ἀγάπην ἐν τῷ βίῳ ἀσκήσασα, ἔλαιον καὶ οἶνον, ὡς ὁ Σαμαρείτης, ἐπὶ τὰ ἄλγη ἐπιχέουσα· Χαίροις, ὅτι καθάπερ ὁ Σωτήρ, τῇ προσευχῇ προσκαρτεροῦσα, ἀφηρπάγης καὶ ἤχθης εἰς τὸ μαρτυρῆσαι, ὑπὲρ τοῦ δι' ἡμᾶς μαρτυρικῶς ἀποθανόντος. Χαίροις, Φιλοθέη παναοίδιμε, μετὰ τῶν Ἁγίων μὴ παύῃ τὸν Σωτῆρα ἱκετεύουσα τὴν πόλιν σου τήν δε, φυλάσσειν διὰ παντὸς εἰρηνεύουσαν καὶ σῴζειν τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.  
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.  
* * *

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ 
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ὁσιομάρτυρος. 
Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος δ΄. Ψαλμὸς ξζ΄ (67)
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

Στίχ. Ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (θ΄36-42)   
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἦν τις ἐν Ἰόππῃ μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ ᾿Ιόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Ἀλληλουϊάριον τοῦ Εὐαγγελίου. 
Ἀλληλούϊα. Ἦχος α΄. Ψαλμός λθ΄ (39)  
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος. 

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. 

Στίχ. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν. 

Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε΄12,13.18,19)    
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Αὕτη ἐστίν, ἡ έντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Μεγαλυνάριον.   
Τὴν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὴν ἐν ταῖς Ἀθήναις διαλάμψασαν φαεινῶς, τὴν καὶ μαρτυρίου στεφάνῳ κοσμουμένην, τὴν θείαν Φιλοθέην πάντες τιμήσωμεν.
Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.   

No comments:

Post a Comment