Monday 24 November 2014

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΕΡΑΦΕΙΜ ΤΟΥ ΣΑΡΩΦ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
ΜΕΤΑ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ 

Ψαλλομένη δὶς τοῦ ἔτους. Τὴν 2αν Ἰανουαρίου, ὅτε ἑορτάζομεν τὴν κοίμησιν αὐτοῦ.
Τὴν 19ην Ἰουλίου, ὅτε ἑορτάζομεν τὴν ἀνακομιδὴν τῶν τιμίων αὐτοῦ λειψάνων.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Ὁ ἱερεύς : Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε ... 
Ὁ ἀναγνώστης : Ἀμήν. 
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. 
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασι- λεῖ ἡμῶν Θεῷ. 
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῷν. 
ΨΑΛΜΟΣ ΡΓ ' (103). 
 Εὐλόγει, ἡ ψυχὴ μου, τὸν Κύ- ριον[] Κύριε, ὁ Θεός μου ἐμεγα- λύνθης σφόδρα. 
Ἐξομολόγησιν καὶ μεγαλοπρέ- πειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. 
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑ- περῷα αὑτοῦ. 
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑ- τοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀ- νέμων. 
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀ- σφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβό- λαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στή- σονται ὕδατα. 
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξο- νται, ἀπὸ φωνῆς βροντῆς σου δει- λιάσουσιν. 
Ἀναβαίνουσιν ὅρη, καὶ καταβαί- νουσι πεδία εἰς τὸν τόπον, ὅν ἐθε- μελίωσας αὐτά. 
Ὄριον ἔθου, ὅ οὐ παρελεύσο- νται, οὐδέ ἐπιστρέψουσι καλῦ- ψαι τὴν γῆν. 
Ὁ ἐξαποστέλλων πηγάς ἐν φά- ραγξιν, ἀναμέσον τῶν ὀρέων διε- λεύσονται ὕδατα. 
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀ- γροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. 
Ἐπ' αὐτὰ τὰ πετεινά τοῦ οὐρα- νοῦ κατασκηνώσει[] ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. 
Ποτίζων ὄρη ἐκ τῶν ὑπερ?ώων αὑτοῦ[] ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. 
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς[] καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. 
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐ- λαίῳ[] καὶ ἄρτος καρδίαν ἀνθρώ- που στηρίζει. 
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. 
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. 
Ὄρη τὰ ὑψηλά ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. 
Ἐποίησε σελήνην εἰς καρούς[] ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ. 
Ἔθου σκότος, καὶ ἐγένετο νύξ[] ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. 
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπά- σαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. 
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθη- σαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. 
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπί τὴν ἐργασί- αν αὑτοῦ ἔως ἑσπέρας. 
Ὠς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε[] πάντα ἐν σοφίᾳ ἐποίη- σας[] ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

Αὕτη ἡ θάλασα ἡ μεγάλη καὶ εὐρύχωρος[] ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. 
Ἐκεῖ πλοῖα διαπορεύονται[] δράκων οὗτος, ὅν ἔπλασας ἐμπαί- ζειν αὐτῇ. 
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔ- καιρον[] δόντος σου αὐτοῖς, συλ- λέξουσιν. 
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστό- τητος[] ἀποστρέψαντος δὲ σου τὸ πρόσωπον, ταραχθήσονται. 
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. 
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. 
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας[] εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ. 
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν[] ὁ ἁπτόμε- νος τῶν ὀρέων, καὶ καπνίζονται. 
Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἔως ὑπάρχω. 
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυ- ρίῳ.  

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρ- χειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. 
Καὶ πάλιν.
 Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ[] ἔθου σκότος, καὶ ἐγένετο νύξ. 
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε[] πάντα ἐν σοφίᾳ ἐποίησας. 
Δόξα ... Καὶ νῦν ... 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊ- α δόξα σοι ὁ Θεός. (ἐκ γ ') 
Ἡ ἐλπίς ἡμῶν, Κύριε δόξα σοι. 
ΨΑΛΜΟΣ ΡΜ ' (140). 
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσὸν μου, εἰσάκουσὸν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου[] πρόσχες τῇ φωνῇ τῆς δεήσε- ώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ[] εἰσάκουσόν μου, Κύριε. 
Κατευθυνθήτω ἡ προ- σευχὴ μου, ὡς θυμίαμα ἐνώ- πιόν σου[] ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή[] εἰσάκουσόν μου, Κύριε. 
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν πε- ριοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τήν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφά- σεις ἐν ἁμαρτίαις.
 Σὺν ἀνθρώποις ἐργαζομέ- νοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλε- κτῶν αὐτῶν. 
Παιδεύσει με δίκαιος ἐν ἐ- λέει, καὶ ἐλέγξει με[] ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τῆν κεφαλήν μου. 
Ὄτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν[] κατεπόθησαν ἐχόμενα πέ- τρας οἱ κριταὶ αὐτῶν. 
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν[] ὡσεί πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. 
Ὄτι πρός σέ, Κύριε, Κύ- ριε, οἱ ὀφθαλμοί μου[] ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
 Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 
Πεσοῦνται ἐν ἀμφιβλή- στρῳ αὑτῶν οἱ ἁμαρτωλοί,κατὰ μόνας εἰμὶ ἐγώ, ἔως ἄν παρέλθω. 
ΨΑΛΜΟΣ ΡΜΑ ' (141). 
Φωνῇ μου πρὸς Κύριον ἐ- κέκραξα, φωνῇ μου πρὸς Κύ- ριον ἐδεήθην. 
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐ- νώπιον αὐτοῦ ἀπαγγελῶ. 
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τάς τρίβους μου. 
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευό- μην, ἔκρυψαν παγίδα μοι. 
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. 
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 
Ἐκέκραξα πρὸς σέ, Κύ- ριε[] εἶπα[] Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. 
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφό- δρα. 
Ῥῦσαί με ἐκ τῶν καταδιω- κόντων με, ὅτι ἐκραταιώθη- σαν ὑπὲρ ἐμέ.

Εἰς Στίχους ι ' . 
10. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογή- σασθαι τῷ ὀνόματί σου. 
 9.Ἐμέ ὑπομενοῦσι δίκαιοι, ἔ- ως οὗ ἀνταποδῷς μοι. 
Εἰς Στίχους η ' . 
 8.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε[] Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. 
 7.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 
Εἰς Στίχους Ϟ ' . 
 6.Ἐὰν ἀνομίας παρατη- ρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστή- σεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐ- στιν.
 5.Ἔνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε[] ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύ- ριον. 
Εἰς Στίχους δ ' . 
 4.Ἀπὸ φυλακῆς πρωίας μέ- χρι νυκτός, ἀπὸ φυλακῆς πρωί- ας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
 3.Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔ- λεος, καὶ πολλὴ παρ' αὐτῷ λύ- τρωσις[] καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραήλ ἐκ πασῶν τῶν ἀ - νομιῶν αὐτοῦ. 
2.Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. 
1. Ὄτι ἐκραται ώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθει α τοῦ Κυρίου μένει εἰς τὸν αἰῶ - να. 
Δόξα ... Καὶ νῦν ...

Εἰς τὸ "Κύριε ἐκέκραξα" ἱστῶμεν Στίχους ἔξ (Ϟ´) , καὶ ψάλλομεν στιχηρὰ προσόμοια γ ' , δευτεροῦντες αὐτά.
Ἦχος δ ´. 
 Ὡς γενναῖον ἐν Μάρτυσιν. 
Τῶν ὁσίων τοῖς ἴχνεσι, ἀκλινῶς ἠκολούθησας, Σεραφεὶμ μακάριε ἐκ νεότητος, καὶ πολιτείαν ἰσάγγελον, βιώσας ὡς ἄσαρκος, οὐρανίων δωρεῶν, σκεῦος ὤφθης ὑπέρτιμον, ἐκκαθάρας σου, τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν προσύλων[] διὰ τοῦτο σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν. (δίς) 

Νόμῳ θείῳ πειθόμενος, μοναστὴς ἐνθεώτατος, Σεραφεὶμ μακάριε ἐχρημάτισας, καὶ πτερωθεὶς θείῳ ἔρωτι, εἰς ἔρημον ἄβατον, ἡρετίσω κατοικεῖν, καὶ συντόνοις ἀσκήσεσιν, ἀπενέκρωσας, τῆς σαρκὸς τὰς ὀρέξεις, ζωηφόρου ἐνεργείας ὑποφαίνων,τὰς δωρεὰς καὶ τὰς χάριτας. (δίς)

Τῇ τοῦ Πνεύματος χάριτι, σωτηρίοις διδάγμασι, ψυχικὰ νοσήματα ἐθεράπευσας, καὶ τῶν μελλόντων τὴν ἔκβασιν, προλέγων σαφέσταστα, Σεραφεὶμ θαυματουργέ, εὐσεβούντων ἐρρύθμιζες, τὰ φρονήματα, καὶ τὴν ἄρκτον ἀμνὸν ὡς χειροήθη, διατρέφων τῇ χειρὶ σου, πᾶσιν αἰδέσιμος πέφηνας. (δίς) 
Δόξα. Ἦχος δ ´.
Ἀσκητικὴν ἑλόμενος ζωήν, πάντα τὰ σὰ ἐκ νεότητος, τῷ Σωτῆρι ἀνέθου, Σεραφεὶμ θεόληπτε, καὶ τὸν σταυρὸν σου ἀράμενος, σεαυτὸν ἐσταύρωσας, κόσμῳ καὶ τοῖς πάθεσι, ζῶν ὑπὲρ τὰ ὁρώμενα. Ὅθεν τὴν χάριν τοῦ Πνεύματος, πλουσίως ἐδέξω, καὶ τῆς θείας ἐνεργείας, θεοκίνητον ὄργανον ὤφθης[] ἔνθεν πανταχοῦ, ἡ σὴ διαβεβόηται ἀρετή, καὶ τοῖς προσιοῦσι, σωτηρίας λόγον παρετίθου, καὶ νῦν τοῖς ἀπ' αἰῶνος ὁσίοις συνῶν, καὶ τῆς θείας δόξης ἀπολαύων, πρεύσβευε ὑπέρ τῶν τιμώντων σε.
Καὶ νῦν. Ὁ αὐτός.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου[] Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός[] ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβὼν, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ, Θεοτόκε, τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ 
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἃγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε, ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς[] Διὸ ὁ κόσμος σὲ δοξάζει.
Τὰ προκείμενα τῆς ὅλης ἑβδομάδος. 
Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´

Ὁ Κύριος ἐβασίλευσεν, 
εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο. 
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
 Τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ´
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ´. Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 
 Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Τῇ Τρίτῃ ἑσπέρας. Ἦχος α´.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. 
Στίχ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει[] εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσε. 

Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α´. 
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. 
Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου. 

Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β´. 
Ἠ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 
Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. 
Τῇ Παρασκευῇ ἑσπέρας. Ἦχος βαρύς. 
Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ[] τὸ ἔλεός σου προφθάσει με. 
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με.

Καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. 
 (Κεφ. Γ ´, 1 - 9). 
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἃψηται αὐτῶν βάσα- νος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀ- φρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύ- ντριμμα[] οἱ δὲ εἰσίν ἐν εἰ- ρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώ- πων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγά- λα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδο- κίμασεν αὐτοὺς, καὶ ὡς ὁλο- κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπι- σκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται[] κρινοῦσιν ἔ- θνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθει- αν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προ- σμενοῦσιν αὐτῷ[] ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπή ἐν τοῖς ἐκλε- κτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. 
 (Κεφ. Ε ´, 15-23 ΣΤ ´, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψί- στῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκχειρὸς Κυρίου[] ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆ- λον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐ- χθρῶν[] ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον[] λήψεται ἀσπίδα ἀκαταμάχη- τον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότο- μον ὀργὴν εἰς ρομφαίαν[] συ- νεκπολεμήσει δὲ αὐτῷ ὁ κό- σμος ἐπὶ τοὺς παράφρονας[] πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύ- κλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετρο- βόλου θυμοῦ πλήρεις ριφήσο- νται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀπο- τόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖ- λαψ ἐκλικμήσει αὐτοὺς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνο- μία, καὶ ἡ κακοπραγία περι- τρέψει θρόνους δυναστῶν. Ἀ- κούσατε ο@υν, βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περά- των γῆς[] ἐνωτίσασθε οἱ κρα- τοῦντες πλήθους καὶ γεγαυ- ρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κρά- τησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. 
 (Κεφ. Δ ´, 7 - 15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆ- σαι, ἐν ἀναπαύσει ἔσται. Γῆ- ρας γὰρ τίμιον, οὐ τὸ πολυχρό- νιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέ- τρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις[] καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέ- θη[] ἡρπάγη, μὴ κακία ἀλ- λάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀ- πατήσῃ ψυχὴν αὐτοῦ. Βασκα- νία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ρεμβασμὸς ἐπι- θυμίας μεταλλεύει νοῦν ἄκα- κον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐ- πλήρωσε χρόνους μακρούς[] ἀρεστὴ γὰρ ἦν Κυρίῳ, ἡ ψυχὴ αὐτοῦ[] διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰ- δόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοι- οῦτον. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπι- σκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐ- τοῦ.

Ὁ Διάκονος ἤ ὁ Ἱερεὺς τὴν Ἐκτενή, καὶ μετὰ τὴν ἐκφώνησιν [] 
" Ὄτι ἐλεήμων καὶ φιλάνθρωπος ... ".
Ὁ Ἀναγνώστης.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄ- νομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ´ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύ- ριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα[] τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶ- νος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὴν Λιτὴν Ἰδιόμελα. 
 Ἦχος α ´

Ἀπὸ νεότητος Πάτερ, ἀνατεθεὶς τῷ Χριστῷ, τὴν πρὸς αὐτὸν ὁδηγοῦσαν τρίβον, ἀκλινῶς ἐβάδισας[] πάντα γὰρ καταλιπών, πρὸς ἀσκητικοὺς ἀπεδύσω ἀγῶνας, καὶ τῶν πάλαι Ὁσίων, μιμητὴς ἐνθεώτατος, ὤφθης ἐν πᾶσι[] καὶ τοῦ Ἁγίου Πνεύματος τὴν χάριν δεξάμενος, τῆς μελλούσης δόξης τὴν ἀπόλαυσιν, ὡς ἐν ἐσόπτρῳ ἐκφαίνεις[]ἧς νῦν κοινωνῶν, ἀνακεκαλυμμένῳ προσώπῳ, Σεραφεὶμ ἀξιάγαστε, πρεύσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β ´.

Τοὺς ἐν ἀσκήσει καμάτους σου, καὶ ἐγκρατείας τὸ σύντονον, τοῦ νοὸς τὸ ἀρρέμβαστον, καὶ ἡσυχίας τὴν σιωπήν, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ τῶν ὅλων Θεός, Σεραφεὶμ Πάτερ Ὅσιε[] ὅθεν θείων χαρίτων, θησαυρὸν σε ἀνέδειξε, καὶ πρὸς ἀρετὴν σοφὸν ἀλείπτην, καὶ ὁδηγὸν πρακτικόν, ὁ πάντων προμηθούμενος Κύριος[] τῶν καρδιῶν γὰρ τὰς διαθέσεις ἐνορῶν, τῷ θείῳ φόβῳ ἐῤῥύθμιζες, ἐν τῷ λόγῳ τῆς χάριτος, τοὺς πιστῶς σοι προσιόντας[] ὅθεν πάντες γεραίρομεν, τὴν ἁγίαν μνήμην σου.

Ἦχος γ ´.

Ὠς φωστῆρα νεόφωτον, ἡ ἐν Ρωσίᾳ Ἐκκλησίᾳ τοῦ Θεοῦ, κτησαμένη σε Πάτερ,ταῖς τῶν ἀρετῶν σου φωταγωγεῖται ἀκτῖσι, καὶ ἀγαλλιᾶται τῇ δόξῃ σου[] τῆς σαρκὸς γὰρ νεκρώσας τὸ φρόνημα, τῆς ἀπαθείας λειμὼν εὐώδης ὤφθης, καὶ τῆς αἰωνίου ζωῆς τοὺς καρποὺς ἐγεώργησας[] δι' ὧν αἱ τῶν πιστῶν ψυχαὶ τρέφονται, ἐν Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐν Θεῷ καρποῦνται αὔξησιν, τῶν χειρόνων ἀφιστάμεναι. Ἀλλ' ὦ Σεραφεὶμ ἀξιάγαστε, πρεύσβευε Κυρίῳ, ἐλλαμφθῆναι καὶ ἡμᾶς, φωτὶ τῆς χάριτος.

Ἦχος δ ´.

Ἀγγελικὴν πολιτείαν ἐπιδειξάμενος, καὶ πρὸς ἀρετῶν ἀνελθών τὴν ἀκρώρειαν, τῶν μυστικῶν θεωριῶν ὑπῆλθες τὸν γνόφον, καὶ μυστηρίων ἀλαλήτων, ἐδέξω τὴν γνῶσιν[] ἔνθεν βασιλεῦσι καὶ ἄρχουσι, καὶ πάσῃ ψυχῇ Θεὸν ποθούσῃ, αἰδέσιμος πέφηνας, Σεραφεὶμ μακάριε[] πάντας γὰρ ἐδίδασκες, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Χριστὸς γάρ σε ἐδόξασεν, ὁ δοξασθεὶς τῷ βίῳ σου, καὶ παρέχει διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις θεοειδῆ, καὶ τῆς ἐν Ρωσίᾳ Ἐκκλησίας παιδευτὴν καὶ φωστῆρα, Σεραφεὶμ τὸν θεόληπτον, ὕμνοις καὶ ᾡδαῖς εὐφημήσωμεν[] ἀσκητικῶς γὰρ Χριστῷ εὐαρεστήσας, τῶν πάλαι Ὁσίων ἰσότιμος ὤφθη[] καὶ προφητικὴν πλουτήσας χάριν, θαυμάτων ἐνεργείας πλουσίας πηγάζει, ὡς τοῦ Ἁγίου Πνεύματος κατοικητήριον[] καὶ σωμάτων καὶ ψυχῶν τὰ πάθη ἰᾶται, πρευσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε[] ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. 
Ἦχος πλ. δ ´. 
Ὦ τοῦ παραδόξου θαύματος

Πάτερ Σεραφεὶμ μακάριε, ἀπὸ παιδὸς τὸν Χριστόν, ὁλοτρόπως ἠγάπησας, καὶ τὴν σχέσιν ὅσιε, τῶν ἐν κόσμῳ κατέλιπες, καὶ πολιτείαν ζήσας ἰσάγγελον, τῆς ἰσαγγέλου δόξης ἠξίωσαι[] ὤ τῶν ἀγώνων σου, δι' ὧν καταβέβληκας, τὸν δυσμενῆ, καὶ πλουσίας χάριτος, θεόθεν ἔτυχες.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ
Πάτερ Σεραφεὶμ θεόληπτε, ὑπερφυῶν δωρεῶν,κοινωνίαν τὴν ἔνθεον, δαψιλῶς ἐπλούτισας, καθαρθεὶς τὴν διάνοιαν[] δι' ἐγκρατείας γὰρ καὶ δεήσεως, ἐν τῇ ἐρήμῳ Σαρὼφ διέλαμψας[] ὅθεν ἀνέβλησας δημόταις καὶ ἄρχουσι, θεοπρεπεῖς, διδαχὰς τὰ μέλλοντα, προλέγων ἃπασι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον
Πάτερ Σεραφεὶμ μακάριε, παρὰ Θεοῦ δοξασθείς, τῇ ἀμέμπτῳ ἀσκήσει σου, τῶν ψυχῶν ἰάτρευσας, καὶ σωμάτων παθήματα[] καὶ νῦν πηγάζει τοῖς προσπελάζουσι, τῶν σῶν λειψάνων ἡ θήκη ἃγιε, χάριν καὶ ἔλεος, καὶ θείαν παράκλησιν[] ὅθεν τὴν σὴν μνήμην ἑορτάζομεν, ἀγαλλιώμενοι.

Δόξα. Ἦχος πλ. δ ´.

Τὴν τρίβον τῶν ἀρετῶν, ἀσκητικοῖς βαδίσας πόνοις, πρὸς ἀπαθείας τὴν ἀκρώρειαν, ἀνῆλθες, ὅσιε[] τῶν συρομένων γὰρ χαμαὶ ὑπεριδὼν νοΐ θεόφρονι, ὅλον τὸν βίον πεποίηκας, τελειότητος ἀνάβασιν, τὰ κρείττονα ζηλῶν χαρίσματα. Καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, ἀμέσως ἀπολαύων καὶ θέσει θεούμενος, Σεραφεὶμ ἀξιάγαστε, ἀδιαλείπτως πρεύσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ Ἱερεύς .
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσπο- τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ[] ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμα- σας κατὰ πρόσωπον πάντων τῶν λαῶν[] φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λα- οῦ σου Ἰσραήλ.

Ὁ Ἀναγνώστης τὸ Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἃγιος Ἰσχυρός, ἃγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (γ ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύ- ματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέ- σποτα συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἔνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύ- ματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασι- λεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Καὶ τὰ ΑΠΟΛΥΤΙΚΙΑ. 
 Ἦχος δ ´. Ταχὺ προκατάλαβε.

Χριστῷ ἐκ νεότητος ἀκολουθήσας θερμῶς, εὐχαῖς καὶ δεήσεσιν, ἐν τῇ ἐρήμῳ Σαρώφ, ὡς ἄσαρκος ἤσκησας[] ὅθεν τοῦ Παρακλήτου, δεδεγμένος τὴν χάριν, ὤφθης τῆς Θεοτόκου, θεοφόρος θεράπων[] διό σε μακαρίζομεν, Σεραφεὶμ πάτερ ὅσιε.

Δόξα. Ἦχος α ´. 
 Τῆς ἐρήμου πολίτης.

Τῆς Ρωσίας τὸν γόνον καὶ τοῦ Σάρωφ τὸ σέμνωμα, καὶ τῶν ὀρθοδόξων ἁπάντων τὸ λαμπρὸν ἐγκαλλώπισμα, ὑμνήσωμεν τὸν θεῖον Σεραφείμ, ἑπόμενοι αὐτοῦ ταῖς διδαχαῖς[] τοῦ γὰρ Πνεύματος τὴν κτῆσιν, πνευματοφόρῳ πολιτείᾳ διεκήρυξεν. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ σὲ καταυγάσαντι, δόξα τῷ δεδωκότι σοι πληθὺν χαρισμάτων, ὁσιώτατε.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι,Παρθένε, τό χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.


ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν ἑξάψαλμον ψάλλομεν τό Θεὸς Κύριος, καὶ τὰ Ἀπολυτίκια ὡς ἐν τῷ Ἑσπερινῷ
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν[] εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α '. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν[] εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν[] εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν[] εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Μετὰ τὴν α´ στιχολογίαν τὸ παρὸν Κάθισμα. 
Ἦχος α ´. Τὸν τάφον σου Σωτήρ.
Ὠς ἄγγελος σοφέ, ἐν σαρκὶ βιοτεύων, χαρίτων θεϊκῶν, δαψιλῶς ἠξιώθης, καὶ ἃπασιν ἐπήγασας, σωτηρίας διδάγματα. Ὅθεν σήμερον, τήν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, σὲ Σεραφεὶμ εὐφημοῦμεν, ὡς θεῖον θεράποντα. (δὶς)

Θεοτοκίον

Ἐφάνης μυστικῶς, Σεραφεὶμ τῷ ὁσίῳ, ἐκλάμπουσα Ἁγνή, ἐν φωτὶ ἀπορρήτῳ[] διό σου τὴν λαμπρότητα, μεγαλύνων ὁ ὅσιος, ἀνεβόα σοι χαῖρε ἡ τέξασα κόσμῳ, τὸ ὑπέρφωτον φῶς, ἐν μορφῇ ἀνθρωπίνῃ, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Μετά τὴν β ´ Στιχολογίαν. Κάθισμα. Ἦχος δ ´. Ἐπεφάνης σήμερον.

Ἐν ἀσκήσει ἔλαμψας, τῇ ἰσαγγέλῳ, καὶ πιστοὺς κατηύγασας, λόγοις καὶ θείαις διδαχαῖς, καὶ τῶν θαυμάτων λαμπρότησιν, ὦ Σεραφείμ, τῆς Ρωσίας ἀγλάϊσμα (δὶς).
Θεοτοκίον

Ἐν φωτὶ ἀàλῳ σε, ἰδὼν ἐβόα, Σεραφεὶμ ὁ ὅσιος, ἐν τῇ ἐρήμῳ τοῦ Σαρώφ[] χαῖρε Ἁγνὴ Ἀειπάρθενε, ἡ φῶς τεκοῦσα ἡμῖν τὸ ἀνέσπερον.
Τὸν Πολυέλεον, τὴν Ἐκλογὴν καὶ τὸ παρόν, Κάθισμα. Ἦχος δ ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἐν ἐρήμῳ τοῦ Σαρὼφ ἐνασκήσας, καὶ δωρημάτων πληρωθεὶς οὐρανίων, ὁ Σεραφεὶμ ὑμνείσθω ὁ μακάριος[] οὗτος γὰρ ὡς ἄγγελος, ἐν τῷ κόσμῳ βιώσας, τῆς Ἀγγέλων στάσεως, ἐν ὑψίστοις μετέσχε[] καὶ νῦν πρεσβεύει πάντοτε Χριστῷ, πᾶσι δοθῆναι, πταισμάτων συγχώρησιν. (δὶς)

Θεοτοκίον.

Ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς συνεδρεύων, οἷα Υἱὸς μονογενής τε καὶ Λόγος, ἐν τῇ γαστρί σου ὅλος κατεσκήνωσε, μὴ ἐκστάς, Θεόνυμφε, τὴς μονῆς τῆς Πατρώας, καὶ σὰρξ ἐχρημάτισεν, ἐξ ἁγνῶν σου αἱμάτων, καὶ ἐκ φθορᾶς πρὸς ἄφθαρτον ζωήν, τοὺς σὲ ὑμνοῦντας, ἀνύψωσε Δέσποινα.

Εἶτα τὸ α ´ Ἀντίφωνον τοῦ δ ´ ἤχου

Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη[] ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)
 Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου[] ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) 
Δόξα ...  
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει, ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. 
Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἃπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. 
 Τὸ Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον.

Ὁ Διάκονος (ἤ ὁ Ἱερεύς), ἐκφωνεῖ[] Τοῦ Κυρίου δεηθῶμεν. 
Ὁ Χορός [] Κύριε, ἐλέησον. 
Ὁ Ἱερεύς [] Ὄτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν Ἁγίοις ... 
Ὁ Χορός [] Ἀμήν. 
Οἱ Χοροί, ἐναλλάξ []
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ ').

Ὁ Διάκονος (ἤ ὁ Ἱερεύς)[] Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως ... 
Ὁ Χορός [] Κύριε, ἐλέησον (γ '). 
Ὁ Διάκονος (ἤ ὁ Ἱερεύς)[] Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. 
Ὁ Ἱερεύς [] Εἰρήνη πᾶσι. 
Ὁ χορός[] Καὶ τῷ Πνεύματί σου. 
Ὁ Ἱερεύς[] Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου ... 
Ὁ Διάκονος (ἤ ὁ Ἱερεύς)[] Πρόσχωμεν. 
Ὁ Χορός[] Δόξα σοι, Κύριε, δόξα σοι. 
Ὁ Ἱερεὺς ἀναγινώσκει τὸ Ἑωθινὸν Εὐαγγέλιον. 
 (Ματθ. ια ' 27 - 30 )

Εἴπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ πατρός μου[] καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πα- τήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώ- σκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούλε- ται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ἡμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλα- φρόν ἐστιν. 
Μετὰ τὸ τέλος τῆς ἀναγνώσεως αὐτοῦ, ὁ πρῶτος Χορός, λέγει χαμηλῇ τῇ φωνῇ[] 
Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ν ´ Ψαλμός.

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀ- νομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὄτι τὴν ἀνομίαν μου ἐγὼ γινώ- σκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δι- καιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελή- φθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας[] τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρι- σθήσομαι[] πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐ- φροσύνην[] ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνι- σον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώ- που σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅ- γιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἠγε- μονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδοὺς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου[] ἀγαλ- λιάσεται ἡ γλῶσσά μου τὴν δικαι- οσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνε- σίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν[] ὁλοκαυτώματα οὐκ εὐδοκή- σεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμ- μένον[] καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύ- νης, ἀναφορὰν καὶ ὁλοκαυτώμα- τα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστή- ριόν σου μόσχους.

Δόξα. 

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεὸς, κατά τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β ´. Τῶν ἀρετῶν τὴν ὁδόν, ἀσκητικῶς βαδίσας, τῶν ποικίλων δωρεῶν τοῦ ἁγίου Πνεύματος, θησαυρός πολύτιμος ὤφθης, Σεραφεὶμ θεόσοφε. Ὅλον γὰρ σεαυτὸν τῷ Χριστῷ ἀνέθου, κόσμον ἀρνησάμενος, καὶ πρὸς τὰ ἄνω τρέψας, τῆς ψυχῆς τὴν ἔφεσιν. Ἀλλ’ ὡς ἔχων παρρησίαν ἱκέτευε, ρύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Προεόρτιος Κανὼν μετὰ τῶν Εἰρμῶν εἰς η ´ , ἤ τῆς Θεοτόκου ὁ μικρὸς Παρακλητικὸς Κανὼν μετὰ τῶν Εἰρμῶν εἰς η´ καὶ ὁ τοῦ Ἁγίου εἰς ς´, οὗ ἡ ἀκροστιχίς: "Σεραφεὶμ μέλπω τὸν θεοφόρον. Γερασίμου".

Ἦχος πλ. δ ´. ᾨδὴ α ´. Ὑγρὰν διοδεύσας. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Συνόμιλος πέλων ἐν οὐρανοῖς, τῶν θείων Ἀγγέλων, θεοδόξαστε Σεραφεὶμ, ἀπαύστως δυσώπει ὑπὲρ πάντων, τῶν ἐπὶ γῆς ἐκτελούντων τὴν μνήμην σου.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἐπ[ ὤμων ἀράμενος τὸν Σταυρόν, Χριστοῦ ὁλοψύχως, ἐκ νεότητος Σεραφείμ, αὐτῷ θερμοτάτῃ διανοίᾳ, ἀσκητικῶς ἠκολούθησας ὃσιε.

Δόξα. 
Ρεόντων τὴν σχέσιν ὑπεριδὼν Χριστῷ ὠκειώθης, δι' ἀγώνων πνευματικῶν, καὶ σκεῦος φωτὸς ἐπουρανίου, ἀνακαθάρας τὸν νοῦν πάτερ γέγονας.

Καὶ νῦν.

Ἀσκήσει ἐκλάμπων θεοπρεπεῖ, ἰδεῖν ἐπαλλήλως κατηξίωσαι Σεραφείμ, τὴν μόνην Παρθένον Θεοτόκον, καὶ παρ[ αὐτῆς θείας χάριτος πέπλησαι.

Καταβασία (τῇ β ´ Ἰαν.)
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἔλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος[] ὅτι δεδόξασται. 
Καταβασία (τῇ ιθ ´ Ἰουλ.)

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρὶ καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα.

ᾨδή γ ´. Οὐρανίας ἁψίδος
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτιζόμενος πάτερ, ταῖς θεϊκαῖς λάμψεσιν, οἷα καθαρὰν τῇ καρδίᾳ, σαφῶς προέλεγες, τὰ συμβησόμενα, καὶ ὡς παρόντα τὰ πόρρῳ, προεώρας, ὃσιε, ἁγίῳ Πνεύματι.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐρήμῳ σκηνώσας, τῇ τοῦ Σαρώφ, ὅσιε, ἄγγελος ἐπίγειος ὤφθης, πόνοις ἀσκήσεως, καὶ περιβόητος, περιουσία πλουσίων, χαρισμάτων ἃπασι γέγονας, Ἅγιε. 
 Δόξα 

Ἰθυνόμενος πάτερ, τῇ τοῦ Θεοῦ χάριτι, πάντας ὁδηγεῖς θείῳ λόγῳ, ἐπὶ τὰ κρείττονα, καὶ τὴν διάνοιαν τ`ῶν μοναστῶν κατευθύνεις, Σεραφεὶμ μακάριε, πρὸς τελειότητα.

Καὶ νῦν.
Μητροπάρθενε Κόρη, τῶν εὐσεβῶν στήριγμα, ἡ τὸν Σεραφεὶμ τὸν σὸν δοῦλον, θείων ἐλλάμψεων, καταξιώσασα, τούτου θερμαῖς ἱκεσίαις, σκότους με ἀπάλλαξον, πάσης φαυλότητος.
 Καταβασία (τῇ β ´ Ἰαν.)
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται[μολεῖ δὲ πρὸς τὸ Βάπτισμα[] διὸ πιστοὶ βοήσωμεν[] Οὐκ ἔστιν ἃγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον[] καὶ ἐν τῇ θεία δόξῃ σου στεφάνων δόξης ἀξίωσον

Μικρὰ Συναπτή
Κάθισμα. Ἦχος δ ´. Ταχὺ προκατάλαβε. 
Τὴν χάριν τοῦ Πνεύματος, πεπλουτηκώς δαψιλῶς, τὸν νοῦν ὡς ἐκάθηρας, δι[ ἐγκρατείας πολλῆς, φωστὴρ ὤφθης ἔνθεος[] ὅθεν σαφῶς προλέγεις, τῶν μελλόντων τὴν γνῶσιν, ἤθη ψυχῶν ρυθμίζων, καὶ Θεῷ κατευθύνων, τοὺς πίστει προσιόντας σοι, Σεραφεὶμ μακάριε.
Δόξα. (Τὸ αὐτό)

Καὶ νῦν. 
Τὸ φῶς ἡ κυήσασα, τὸ τῆς ζωῆς ἐν σαρκί, Χριστόν τὸν φωτίζοντα, τοὺς καθαροὺς τὴν ψυχήν, Παρθένε Πανύμνητε, ὤφθης τῷ θεοφόρῳ, Σεραφεὶμ λαμπομένη, Δέσποινα Θεοτόκε, ἐν φωτὶ ἀπορρήτῳ, διὸ κἀμὲ καταύγασον, φωτί σου Πανάμωμε.

ᾨδὴ δ ´. Εἰσακήκοα Κύριε.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μοναστῶν ὑποτύπωσις, ὤφθης ἐν Ρωσίᾳ βίου λαμπρότητι, τῶν ὁσίων τὰ παλαίσματα, Σεραφείμ, τῶν πάλαι μιμησάμενος. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν νηστείαις καὶ δάκρυσι, καὶ ἐν προσευχαῖς συντόνως καθάρας σου, τὴν καρδίαν φωτὸς γέγονας, τοῦ ἐπουρανίου, πάτερ σκήνωμα
Δόξα. 
Λαμπρυνθείς σου τὰ ὄμματα, τῆς ψυχῆς ἀγῶσι θείας ἀσκήσεως, προορᾶν σαφῶς τὰ μέλλοντα, Σεραφεὶμ θεόφρον, κατηξίωσαι. 
Καὶ νῦν. 
Παναγία Πανάμωμε, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, παραλόγων με ἀπάλλαξον, λογισμῶν καὶ τρόπων τῇ σῇ χάριτι. 
 Καταβασία (τῇ β ´ Ἰαν.) 
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ[] ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε[] Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. 
 Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ κατανοῶν ἐκραύγαζε[] Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδή ε ´. 
Φώτισον ἡμᾶς. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὠς νεοφανής, πάτερ, ἥλιος ἀνέτειλας, ἐν Ρωσίᾳ ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀρετῶν πᾶσι πυρσεύων τὴν λαμπρότητα. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ταῖς πρὸς τὸν Θεόν, ἀενάοις ἀναβάσεσι, καὶ συντόνοις, θεοφόρε, προσευχαῖς, πρὸς ἀàλους θεωρίας ἤρθης ὅσιε. 
 Δόξα 
Ὅλος θεαυγής, τῇ μορφῇ πέλων μακάριε, τὴν σὴν ἔνδον παρεδήλους τῆς ψυχῆς, κεκρυμένην, Σεραφείμ, θείαν λαμπρότητα. Καὶ νῦν.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα τὴν αἰώνιον ζωήν, καὶ πρὸς τρίβον τῆς ζωῆς με καθοδήγησον. 
 Καταβασία (τῇ β ´ Ἰαν.) 
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου[] καθαρσίων δὲ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρει ἐν τῷ Ἰορδάνῃ[] ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου[] σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱὸν
πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς ´ . Τὴν δέησιν ἐκχεῶ. 
 Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Θαυμάτων, τὴν δωρεάν κεκτημένος, Σεραφείμ, τῇ θεϊκῇ χορηγίᾳ, τοὺς ἐν πικραῖς ἀσθενείαις ἰᾶσαι, καὶ πονηρίας ἐλαύνεις τὰ πνεύματα, καὶ πᾶσι δίδως ταχινήν, ἀληθῶς, θεοφόρε, βοήθειαν. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἐφάνης, ἐν ταῖς ἐσχάταις ἡμέραις, μέγας, πάτερ ἐν ἀσκήσει ὁσίᾳ, καὶ χαρισμάτων μεγάλων θεόθεν, κατηξιώθης καὶ ἃπασαν ἔπλησας, ὦ Σεραφεὶμ θαυματουργέ, τὴν Ρωσίαν θαυμάτων τιμῶσάν σε. 
 Δόξα. 
Ὁ βίος σου, ὁ ἰσάγγελος, πάτερ, θαυμαστός ὡς ἀληθῶς ἀνεδείχθη[] ἔνθεν αἰ[δέσιμος πᾶσι δημόταις, καὶ βασιλεῦσι καὶ ἄρχουσι πέφηνας. ὁ πάντων ἄναξ γὰρ Χριστός, Σεραφείμ, πανταχοῦ σὲ ἐδόξασεν. Καὶ νῦν.
Φανεῖσα, τῶν οὐρανῶν πλατυτέρα, τὸν ἀχώρητον ἐν πάσῃ τῇ κτίσει, ἐν τῇ γαστρί σου ἐχώρησας, Κόρη, καὶ μετὰ σώματος τοῦτον ἐκύησας[] στενοχωρίας με σεμνή, διὰ παθημάτων ποικίλων ἀπάλλαξον.
Καταβασία (τῇ β ´ Ἰαν.) 
Ἡ φωνή τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτὸς ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε[] ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Μικρὰ Συναπτή.

Κοντάκιον. 
 Ἦχος δ ´.
 Ἐπεφάνης σήμερον. Ἐν Σαρὼφ ὡς ἄγγελος, βεβιωμένος, Σεραφεὶμ μακάριε, ὤφθης δοχεῖον ἐκλεκτόν, τῶν χαρισμάτων τοῦ πνεύματος, λόγῳ πλουσίως ἐμφαίνων τὰ κρείττονα.
Ὁ Οἶκος 
Ὄλον τὸν πόθον τῆς ψυχῆς, ἀπὸ παι- δός, θεόφρον, ἀνέτεινας πρὸς Χρι- στόν, τῶν ἐφετῶν τὸ ἄκρον, καὶ τού- του τὸν Σταυρὸν ἐπ[ ὤμων βαστά- σας, τοῖς ἴχνεσιν αὐτοῦ ἀκλινῶς ἐπο- ρεύθης, κόσμον καὶ σαυτὸν ἀπαρνη- σάμενος, πάτερ[] καὶ ἐν ἐρήμῳ Σαρὼφ κατασκηνώσας, ἀκροτάτης ἀ- σκήσεως ]ὑπῆλθες τὸ στάδιον, καὶ τῶν δωρεῶν καὶ χαρίτων τοῦ Παρα- κλήτου, σκεῦος ὑπέρτιμον καὶ ὄργα- νον θεόπνευστον ἀνεδείχθης[] καὶ τῆςἉγνῆς Θεοτόκου θεράπων γεγο- νώς, θαύμασιν ἐξέλαμψας καὶ πλεί- στους πρὸς σωτηρίαν ὡδήγησας, λόγῳ πλουσίως ἐμφαίνων τὰ κρείττο- να
Σ υ ν α ξ ά ρ ι ο ν (τῇ β ´ Ἰαν.) 
Τῇ β´ τοῦ αὐτοῦ μηνὸς μνήμῃ τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρός ἡμῶν Σεραφεὶμ τοῦ Ρώσου, ἀσκήσαντος ἐν τῇ ἐρήμῳ Σαρώφ.
Στίχ. Χριστῷ ἐκ νεότητος ἀκολουθήσας Πολλ`ῶν πέπλησαι, ὦ Σεραφείμ, χαρίτων. Δευτερίῃ Σεραφεὶμ εἰς πόλον θεοῖο πέτατ[ εὐρύν
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σιλβέστρου, Πάπα Ρώμης.
Στίχ. Ζωοῖ νεκρόν βοῦν, αἰσχύνων Ζαμβρῆν μάγον ὁ καὶ νεκρός ζῶν, Σίλβεστρος Ρώμης Πάπας. Θυμὸν ἀποπνείει Σίλβεστρος δευτέρῃ ἠοῖ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἉγίουἹε- ρομάρτυρος Θεαγένους.
Στίχ. Θεάγενες, βλήθητι τοῦ πόντου μέσον, ᾧ κἀν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀ- ναργύρων, ἐν εἰρήνῃ τελειοῦνται
Στίχ. Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης, Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες. Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη, Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Μᾶρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται. 
 Στίχ. Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων, καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων. 
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας. 
 Στίχ. Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων, Βασιλείου τὸ πρᾷον οὐ κατεπτόει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σέργιος ξίφει τελειοῦται. 
 Στίχ. Οὐχ οἷον εἰπεῖν, οὐδὲ πρὸς γνῶσιν φέρειν, Ὅσῃ χαρᾷ Σέργιος ἐτμήθη κάραν. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.

Στίχ. Κτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,. Ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
 Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πα- τρός ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ θαυμα- τουργοῦ, τοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας. 
 Στίχ. Διπλῆν ἔχων ἄνωθεν Κοσμᾶ τὴν χάριν, Κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου. Ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Ζώρ- ζης ὁ Γκιουρτζὴς ὁ μαρτυρήσας ἐν Μυτιλήνῃ κατὰ τὸ ἔτος (ᾳψο') 1770, ἀγχόνη τελειοῦται.
Στίχ. Σὴν χεῖρα καλῶς ἀγχόνης Μάρτυς θλίβε, Θλίψεις γὰρ οὕτω δυσμενῇ θλίψαντά σε. Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Σ υ ν α ξ ά ρ ι ο ν (τῇ ιθ ´ Ἰουλ..) 
Τῇ ιθ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρός ἡμῶν Σεραφεὶμ τοῦ Ρώσου, ἀσκήσαντος ἐν τῇ ἐρήμῳ Σαρώφ.

Στίχ. Χριστῷ ἐκ νεότητος ἀκολουθήσας Πολλ`ῶν πέπλησαι, ὦ Σεραφείμ, χαρίτων. Δευτερίῃ Σεραφεὶμ εἰς πόλον θεοῖο πέτατ[ εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου. 
 Στίχ. Φρονοῦσ' ἀδελφὰ τοῖς ἀδελφοῖς Μακρῖνα, Τούτους ἀδελφὰ συγκατοικεῖς καὶ πόλον. Τῇ δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ. 
 Στίχ. Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε, Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ Ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ ´. 
Οἱ ἐκ τῆς Ἰουδαίας. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Οἱ προστρέχοντες πίστει, τοῖς σεπτοῖς σου λειψάνοις, Σεραφεὶμ ὅσιε, λαμβάνουσιν ὑγείαν, καὶ πᾶσαν θεραπείαν, ψυχῆς ἃμα καὶ σώματος, δοξολογοῦντες Χριστὸν τὸν σὲ τετιμηκότα. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ρήμασί σου ἐνθέοις, οἱ προστρέχοντες, πάτερ, ἐν τῇ παλαίστρᾳ σου, τὰ θεῖα ἐμυοῦντο, καὶ πρὸς ὁδὸν εὐθεῖαν ὡδηγοῦντο κραυγάζοντες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Δόξα. Ὅλος ὤν ἡνωμένος, τῷ φωτὶ τῷ ἀàλῳ, Σεραφεὶμ ὅσιε, προεῖπας τοῖς συνοῦσι, τὴν σὴν πρὸς τὸν Σωτῆρα, θεοφόρε ἀνάλυσιν, καὶ μετὰ δόξης πολλῆς ἀνῆλθες πρὸς τὰ ἄνω. Καὶ νῦν. Νομοδότην τεκοῦσα ἐκτὸς φύσεως νόμων, Παρθένε, Ἄχραντε, τοῦ νόμου τῆς κακίας ἀπάλλαξόν με τάχος, τῇ θερμῇ προστασίᾳ σου, καὶ ἴθυνον μου τὸν νοῦν, νόμῳ τῆς μετανοίας. 
 Καταβασία (τῇ β ´ Ἰαν.) 
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου,ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις[] ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον[] Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Καταβασία (τῇ ιθ ´ Ἰουλ.) Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν κτίσαντα[] ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον[] Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η ´. Τὸν Βασιλέα. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Γῆν ἐπὶ πᾶσαν τῶν ἀρετῶν σου ὁ φθόγγος, ἐξελήλυθε καὶ πᾶσα Ἐκκλησία, ἡ τῶν Ὀρθοδόξων, τιμᾷ σε, θεοφόρε. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἐκ τῆς Ρωσίας τῇ οἰκουμένῃ ἐκλάμπεις, πάτερ ὅσιε, ἐν Πνεύματι Ἁγίῳ, τῆς σῆς πολιτείας, τὰς μυστικὰς ἀκτῖνας. Δόξα. Ρώμη τῇ θείᾳ τὸν τῆς ἀσκήσεως δρόμον, ἐκτετέλεκας καὶ πρὸς μονὰς μετέβης, τὰς ἐπουρανίους, ἐν εὐφροσύνῃ πάτερ. Καὶ νῦν. Ἁγνὴ Παρθένε τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐξ ἐννοιῶν ἐκτόπων,καὶ τῆς μετανοίας, τῷ φέγγει λάμπρυνόν με. Καταβασία (τῇ β ´ Ἰαν.) Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον[] ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην[] ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
 Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἃπασαν ἀγείρει ψάλλουσαν[] Τὸν Κύριον ὑμνεῖται τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ᾨδή θ ´. Κυρίως Θεοτόκον. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σορός σου ἡ ἁγία, ἃπασι βλυστάνει, τῇ θεϊκῇ ἐπομβρίᾳ τὰ νάματα, τοῖς προσιοῦσι, παμμάκαρ, τὰ τῶν ἰάσεων. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἰδὼν τὴν Θεοτόκον, χαρμονῆς ἐπλήσθης, νῦν δὲ αὐτῆς καθορῶν τὴν λαμπρότητα, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Σεραφείμ, πάντοτε. Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μὴ παύσῃ, θεοφόρε, τῷ Χριστῷ πρεσβεύειν, ὑπὲρ ἡμῶν, Σεραφείμ, τῶν τιμώντων σε, καὶ ἐκτελούντων ἐκ πόθου τὴν θείαν μνήμην σου. Δόξα. Ὁ νέος ἐν ὁσίοις, Σεραφεὶμ παμμάκαρ, παλαιωθέντα με πάθεσι καίνισον, καὶ τὸν παρόντα μου ὕμνον, ὡς δῶρον πρόσδεξαι. Καὶ νῦν. Ὑμνοῦμεν, Θεοτόκε, σού τὰς φωταυγείας, καὶ ἐκ ψυχῆς ἐκβοῶμεν σοι, Πάναγνε, ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς ἐκλύτρωσαι. 
 Καταβασία (τῇ β ´ Ἰαν.) 
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν[] ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε[] ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου[] καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν[] σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. 
 Καταβασία (τῇ ιθ ´ Ἰουλ.) 
Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος[] πανηγυριζέτω δὲ ἀύλων νόων φύσις γεραίρουσα τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος καὶ βοάτω[] Χαίροις, παμακάριστε Θεοτόκε, ἁγνή, ἀειπάρθενε.

Ἐξαποστειλάριον. 
 Ὁ οὐρανὸν τοῖς ἄστροις. Ὁ Σεραφεὶμ ὁ θεῖος, ὁ ἐν ὁσίοις θαυμαστός, ὁ νέμων ἄφθονον χάριν, τοῖς μακαρίζουσιν αὐτόν, ὕμνοις τιμάσθω ἐνθέοις, ὡς πρὸς Χριστὸν ἡμῶν πρέσβυς. Θεοτοκίον. Ἡ Θεοτόκος Κόρη, ἡ τῶν Ἀγγέλων βασιλίς, καὶ τῶν βροτῶν σωτηρία, αἴτει ἡμῖν τὸν ἱλασμόν, καὶ τῶν πταισμάτων τὴν λύσιν, τοῖς εὐλαβῶς σε ὑμνοῦσιν
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
 Ὁ α' Χορός[] 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
 Ὁ β' Χορός []
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ὁ β' Χορός [] Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ[] αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἱστῶμεν στίχους δ ´, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α ´. Τῶν οὐρανίων ταγμάτων. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ[] αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τὴν ἐν σαρκὶ πολιτείαν τὴν σὴν ἐθαύμασαν, αἱ τῶνἈγγέλων τάξεις, καὶ βροτῶν αἱ χορεῖαι,
ὡς ἄσαρκος γὰρ, πάτερ, ἐπὶ τῆς γῆς, ἀληθῶς πεπολίτευσαι, καὶ δωρημάτων πλουσίων παρὰ Θεοῦ, Σεραφείμ, λαμπρῶς ἠξίωσαι. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος[] αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἀπὸ νεότητος, πάτερ, Χριστὸν ἠγάπησας, καὶ ἐν Σαρὼφ σκηνώσας, τὸν ἰσάγγελον βίον, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, θείῳ ἔρωτι ἤνυσας, καὶ ἐπαξίως ἐπάθλων ἐν οὐρανοῖς, Σεραφείμ, λαμπρῶς τετύχηκας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ[] αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἔτι ἐν σώματι πέλων, Σεραφεὶμ ὅσιε, κατεῖδες ἐπαλλήλως, τὴν Ἁγνὴν Θεοτόκον[] νῦν ἐν οὐρανοῖς δὲ ταύτης ὁρῶν, τὴν ἀνέκφραστον ἔλαμψιν, μὴ διαλίπῃς πρεσβεύων ταύτῃ ἀεί, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐή- χοις[] αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσά- τω τὸν Κύριον. Τῶν ἐκ Θεοῦ δωρημάτων σκεῦος τὸ τίμιον, τῶν Ἀσκητῶν τὴν δόξαν, τῆς Ρωσίας τὸ κλέος, ἁπάντων Ὀρθοδόξων τὴν καλλονήν, Σεραφεὶμ τὸν θεόληπτον, ἀνευφημήσωμεν ἃσμασιν ἱεροῖς, ὡς Χριστοῦ θεῖον θεράποντα. Δόξα. Ἦχος πλ. α ´. Τῷ τῆς ἀσκήσεως φωτί, τὴν τῶν παθῶν ὀμίχλην λύσας, ὡς ἀστὴρ νεόφωτος ἔλαμψας τῆς Ἐκκλησίας τῷ στερεώματι[] ὡς υἱὸς γὰρ φωτὸς Χριστῷ ἠκολούθησας, νεκρώσας σαρκὸς τὸ φρόνημα, καὶ τὸ καθ' ὁμοίωσιν ἀναμορφωσάμενος, πᾶσιν αἰδέσιμος ὤφθης, καὶ ἀλόγων θηρῶν φύσιν τῷ λόγῳ ὑπέταξας. Χριστὸς γὰρ σὲ ἐδόξασεν ὁ δοξασθεὶς τῷ βίῳ σου. Αὐτὸν ἱκέτευε, Σεραφεὶμ θεοφόρε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. 
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. 


Μεγάλη Δοξολογία 
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προ- σκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. 
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πά- τερ παντοκράτορ[] Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
 Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁ- μαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθή- μενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὄτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. 
Ἀμήν.
 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ Ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, 
Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πα- τέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμέ- νον τὸ ὄνομά σου εἰς τούς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε[] διδαξόν με τὰ δικαιώματά σου (ἐκ γ'). Κύριε, καταφυγή ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα[] Κύριε, ἐλέ- ησόν με[] ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρ- τόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον[] δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὄτι παρὰ σοὶ πηγὴ ζωῆς[] ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γι- νώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ') Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύ- ματι. Καὶ νῦν ... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Εἶτα τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ ´. Ταχὺ προκατάλαβε
Χριστῷ ἐκ νεότητος ἀκολουθήσας θερμῶς, εὐχαῖς καὶ δεήσεσιν, ἐν τῇ ἐρήμῳ Σαρώφ, ὡς ἄσαρκος ἤσκησας[] ὅθεν τοῦ Παρακλήτου, δεδεγμένος τὴν χάριν, ὤφθης τῆς Θεοτόκου, θεοφόρος θεράπων[] διό σε μακαρίζομεν, Σεραφεὶμ πάτερ ὅσιε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
 Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου 
ἡ γ ´ ὠδὴ καὶ ἡ Ϟ ´. 
 ΑΠΟΣΤΟΛΟΣ
 Ὁ Ἀναγνώστης[] Προκείμενον τοῦ Ἀποστόλου. 
 Ὁ Διάκονος[] Πρόσχωμεν. 
 Ὁ Ἀναγνώστης[] Καυχήσονται Ὄσιοι ἐν δόξῃ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. 
 Ὁ Διάκονος[] Σοφία. 
 Ὁ Ἀναγνώστης[] Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 
 Ὁ Διάκονος[] Πρόσχωμεν. 
 Ὁ Ἀναγνώστης[] (Γαλ. ε ' 22 - στ ' 2)
Ἀδελφοί ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθω- σύνη, πίστις, πρᾳότης, ἐγκράτει- α[] κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρ- κα ἐσταύρωσαν σὺν τοῖς παθήμα- σι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶ- μεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλ- λήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες
Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄν- θρωπος ἔν τινι παραπτώματι, ὑ- μεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότη- τος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βα- στάζετε, καὶ οὕτως ἀναπληρώσα- τε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ (Λουκ. στ ' 17-23) 
Τῷ καιρῷ ἐκείνῳ καταβὰς ὁ Ἰη- σοῦς μετ' αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐ- τοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἷ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀ- χλούμενοι ἀπὸ πνευμάτων ἀκα- θάρτων, καὶ ἐθεραπεύοντο[] καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι αὐ- τοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρ- χετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε[] μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακά- ριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοι ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀ- νειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἔνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε[] ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ..
Μεγαλυνάριον. 
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, χαρίτων τῶν θείων, ἀναδέδειξαι θησαυρός, θαύμασι καὶ λόγοις, καὶ θείαις ὑποθήκαις, ὦ Σεραφεὶμ παμμάκαρ, φωτίζων ἃπαντας.

Δίστιχον. 
Τοὺς παρόντας πρόσδεξαι Σεραφεὶμ ὕμνους, οὕς σοι Γεράσιμος ἐξύφανεν ἤδη.




No comments:

Post a Comment